EnglishVerbum原文閱讀馬加比四書 · 🔍 搜尋

馬加比四書 第 3 章

希臘文原文.21 節.部分字詞可點開查義

📖 這一章另有 1 種原文 —— 並排對照(次經)
3:1
ἔστιν δὲ κομιδῇ γελοῖος λόγος οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ τῶν σωματικῶν
這論調實在極其荒謬。因為理性顯然並非掌管它自身的情慾,而是掌管身體的情慾。
The argument is exceedingly ridiculous: for reasoning does not appear to bear sway over its own affections, but over those of the body,
3:2
οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται λογισμὸς παρασχέσθαι
例如,理性雖不能使人連根除去貪慾,卻能使人不至於作貪慾的奴隸。
in such a way as that any one of you may not be able to root out desire, but reasoning will enable you to avoid being enslaved to it.
3:3
θυμόν τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς ἀλλὰ τῷ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθῆσαι
理性雖不能從人的魂裡連根除去忿怒,卻能幫助人抵擋忿怒。
One may not be able to root out anger from the soul, but it is possible to withstand anger.
3:4
κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δύναιτ’ ἂν λογισμὸς συμμαχῆσαι
理性雖不能從我們裡面連根除去惡意,卻能與我們並肩作戰,使我們不向惡意屈服。
Any one of you may not be able to eradicate malice, but reasoning has force to work with you to prevent you yielding to malice.
3:5
οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν λογισμός ἐστιν ἀλλὰ ἀνταγωνιστής
因為理性並非情慾的拔除者,乃是情慾的對抗者。
For reasoning is not an eradicator, but an antagonist of the passions.
3:6
ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυιδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι
這一點可以從大衛王口渴的事上更清楚地領會。
And this may be more clearly comprehended from the thirst of king David.
3:7
ἐπεὶ γὰρ δῑ ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις Δαυιδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν
因為大衛攻打非利士人一整天,與本民族的兵士殺了他們許多人,
For after David had been attacking the Philistines the whole day, he with the soldiers of his nation killed many of them;
3:8
τότε δὴ γενομένης ἑσπέρας ἱδρῶν καὶ σφόδρα κεκμηκὼς ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν περὶ ἣν πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει
到了傍晚,他滿身大汗、極其疲乏,便來到王的營帳,列祖的全軍都在這帳棚四圍紮營。
then when evening came, sweating and very weary, he came to the royal tent, about which the entire army of our ancestors was encamped.
3:9
οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν
那時其餘眾人都在用晚餐,
Now all the rest of them were at supper;
3:10
δὲ βασιλεὺς ὡς μάλιστα διψῶν καίπερ ἀφθόνους ἔχων πηγάς οὐκ ἠδύνατο δῑ αὐτῶν ἰάσασθαι τὴν δίψαν
惟有王極其口渴,雖有充足的水泉,卻無法藉這些水解他的渴。
but the king, being very much thirsty, although he had numerous springs, could not by their means quench his thirst;
3:11
ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν καὶ λύουσα κατέφλεγεν
反倒有一股非理性的慾望,渴想喝敵營那邊的水,越發強烈地煎熬他,幾乎要把他焚燒乾涸。
but a certain irrational longing for the water in the enemy’s camp grew stronger and fiercer upon him, and consumed him with languish.
3:12
ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας
因此,當衛兵們為王這慾望而苦惱時,有兩個強壯的青年兵士,因敬重王的心願,便全副武裝,拿著水壺,越過敵人的營柵,
Wherefore his bodyguards being troubled at this longing of the king, two valiant young soldiers, reverencing the desire of the king, put on their panoplies, and taking a pitcher, got over the ramparts of the enemies:
3:13
καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας διεξῄεσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον
瞞過守城門的哨兵,在敵人的全營中搜尋,
and unperceived by the guardians of the gate, they went throughout the whole camp of the enemy in quest.
3:14
καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτῆς θαρραλέως ἐκόμισαν τῷ βασιλεῖ τὸ ποτόν
找到了水泉,便勇敢地從那裡取了水,帶回給王喝。
And having boldly discovered the fountain, they filled out of it the draught for the king.
3:15
δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι
但王雖然渴得如焚,卻思量這對魂乃是極大的兇險,因為這飲料被看為與血同等。
But he, though parched with thirst, reasoned that a draught reputed of equal value to blood, would be terribly dangerous to his soul.
3:16
ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τῷ θεῷ
於是他以理性抵擋慾望,將那水奠在神面前。
Wherefore, setting up reasoning in opposition to his desire, he poured out the draught to God.
3:17
δυνατὸς γὰρ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς
因為節制的心智有能力勝過情慾的壓迫,撲滅那衝動的火焰,
For the temperate mind has power to conquer the pressure of the passions, and to quench the fires of excitement,
3:18
καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ’ ὑπερβολὴν οὔσας καταπαλαῖσαι καὶ τῇ καλοκἀγαθίᾳ τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας
也能制伏身體那極度的痛苦,並藉著理性的高尚德行,唾棄情慾一切的轄制。
and to wrestle down the pains of the body, however excessive; and, through the excellency of reasoning, to abominate all the assaults of the passions.
3:19
ἤδη δὲ καὶ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ
如今正是時候,要我們從歷史中舉例論證節制的理性。
But the occasion now invites us to give an illustration of temperate reasoning from history.
3:20
ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι
因為從前我們的列祖因遵守律法而享有深厚的太平,諸事順遂,以致亞細亞王西流基尼加挪甚至撥款供他們作聖殿的事奉,並認可他們的制度。
For at a time when our fathers were in possession of undisturbed peace through obedience to the law, and were prosperous, so that Seleucus Nicanor, the king of Asia, both assigned them money for divine service, and accepted their form of government,
3:21
τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμφοραῖς
那時卻有些人興起,違背眾人共同的和諧,結果就遭遇各樣的災禍。
then certain persons, bringing in new things contrary to the general unanimity, in various ways fell into calamities.
123456789101112131415161718