EnglishVerbum原文閱讀馬加比四書 · 🔍 搜尋

馬加比四書 第 4 章

希臘文原文.26 節.部分字詞可點開查義

📖 這一章另有 1 種原文 —— 並排對照(次經)
4:1
Σιμων γάρ τις πρὸς Ονιαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου καλὸν καὶ ἀγαθὸν ἄνδρα ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἴσχυσεν κακῶσαι φυγὰς ᾤχετο τὴν πατρίδα προδώσων
有一個名叫西門的人,與曾終身擔任大祭司、那高尚良善之人阿尼亞作對。他用盡各樣手段毀謗阿尼亞,卻無法傷害他,於是就背棄祖國而逃亡,意圖出賣本國。
For a certain man named Simon, who was in opposition to Onias, who once held the high priesthood for life, and was an honorable and good man, after that by slandering him in every way, he could not injure him with the people, went away as an exile, with the intention of betraying his country.
4:2
ὅθεν ἥκων πρὸς Ἀπολλώνιον τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγὸν ἔλεγεν
他來到敘利亞、腓尼基與基利家的元帥亞波羅尼面前,說:
Whence coming to Apollonius, the military governor of Syria, and Phoenicia, and Cilicia, he said,
4:3
εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ιεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τοῖς ἱεροῖς μὴ ἐπικοινωνούσας καὶ προσήκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ
「我因效忠王的事務而來,要告訴你,在耶路撒冷的庫房裡藏有許多萬私人的財寶,這些並不屬於聖殿,乃是當歸於西流基王的。」
Having good will to the king’s affairs, I am come to inform you that infinite private wealth is laid up in the treasuries of Jerusalem which do not belong to the temple, but pertain to king Seleucus.
4:4
τούτων ἕκαστα γνοὺς Ἀπολλώνιος τὸν μὲν Σιμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυσε τὸν τῶν χρημάτων θησαυρόν
亞波羅尼一一查知這些事,就稱讚西門效忠王的心,並上去見西流基,把那財寶的事稟告了王。
Apollonius, acquainting himself with the particulars of this, praised Simon for his care of the king’s interests, and going up to Seleucus informed him of the treasure;
4:5
καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σιμωνος καὶ βαρυτάτου στρατοῦ
他得了處理這事的權柄,便帶著那可咒的西門和一支極為龐大的軍隊,迅速進入我們的國土,
and getting authority about it, and quickly advancing into our country with the accursed Simon and a very heavy force,
4:6
προσελθὼν ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα
前來宣告說,他是奉王的命令而來,要取走庫房裡的私人財寶。
he said that he came with the commands of the king that he should take the private money of the treasure.
4:7
καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος ἀντιλέγοντός τε πάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται ὡς οἷόν τε ἦν ἐκώλυον
本民族對這宣告甚為憤慨,加以反對,認為那些將寄存物交託聖殿庫房的人若被奪去,乃是極不公道的事,於是盡力加以攔阻。
And the nation, indignant at this proclamation, and replying to the effect that it was extremely unfair that those who had committed deposits to the sacred treasury should be deprived of them, resisted as well as they could.
4:8
μετὰ ἀπειλῶν δὲ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν
亞波羅尼卻發出威嚇,闖進聖殿。
But Appolonius went away with threats into the temple.
4:9
τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι τοῦ ἱεροῦ καταφρονουμένου τόπου
祭司們同妻子兒女在聖殿中懇求神,保護這被藐視的聖地,
And the priests, with the women and children, having supplicated God to throw his shield over the holy, despised place,
4:10
ἀνιόντος τε μετὰ καθωπλισμένης τῆς στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγὴν οὐρανόθεν ἔφιπποι προυφάνησαν ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιέντες
當亞波羅尼帶著全副武裝的軍隊上去要搶奪財寶時,忽有天使從天而降,騎著馬,全身的兵器閃爍如電,使他們大大恐懼戰兢。
and Appolonius going up with his armed force to the seizure of the treasure, —there appeared from heaven angels riding on horseback, all radiant in armor, filling them with much fear and trembling.
4:11
καταπεσών γέ τοι ἡμιθανὴς Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Εβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ προσευξάμενοι τὸν οὐράνιον ἐξευμενίσωνται στρατόν
亞波羅尼半死地仆倒在聖殿那向萬民敞開的外院,向天伸手,含淚懇求希伯來人為他禱告,向那天上的軍隊求情。
And Apollonius fell half dead upon the court which is open to all nations, and extended his hands to heaven, and implored the Hebrews, with tears, to pray for him, and propitiate the heavenly army.
4:12
ἔλεγεν γὰρ ἡμαρτηκὼς ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα
因為他說自己犯了罪,理當被處死;他若得救,必向萬人傳揚這聖地的有福。
For he said that he had sinned, so as to be consequently worthy of death; and that if he were saved, he would celebrate to all men the blessedness of the holy place.
4:13
τούτοις ὑπαχθεὶς τοῖς λόγοις Ονιας ἀρχιερεύς καίπερ ἄλλως εὐλαβηθείς μήποτε νομίσειεν βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον ηὔξατο περὶ αὐτοῦ
大祭司阿尼亞被這些話所打動,雖然另有顧慮,恐怕西流基王以為亞波羅尼是死於人為的陰謀,而非神聖的審判,仍為他禱告。
Onias the high priest, induced by these words, although for other reasons anxious that king Seleucus should not suppose that Apollonius was slain by human device and not by Divine punishment, prayed for him;
4:14
καὶ μὲν παραδόξως διασωθεὶς ᾤχετο δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ
亞波羅尼意外地得了保全,便起身去向王稟報所遭遇的事。
and he being thus unexpectedly saved, departed to manifest to the king what had happened to him.
4:15
τελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως διαδέχεται τὴν ἀρχὴν υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανής ἀνὴρ ὑπερήφανος καὶ δεινός
西流基王死後,他兒子安提阿古以比法尼接續了王位,這人狂傲可怕。
But on the death of Seleucus the king, his son Antiochus Epiphanes succeeds to the kingdom: a man of haughty pride and terrible.
4:16
ὃς καταλύσας τὸν Ονιαν τῆς ἀρχιερωσύνης Ιασονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα
他廢去阿尼亞的大祭司職分,立阿尼亞的兄弟耶孫為大祭司。
Who having deposed Onias from the high priesthood, appointed his brother Jason to be high priest:
4:17
συνθέμενον δώσειν εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχήν κατ’ ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα
耶孫曾立約,若王將這職位交給他,他每年就獻上三千六百六十他連得。
who had made a covenant, if he would give him this authority, to pay yearly three thousand six hundred and sixty talents.
4:18
δὲ ἐπέτρεψεν αὐτῷ καὶ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι
王便把大祭司的職分和統治本民族的權柄交給了他。
And he committed to him the high priesthood and rulership over the nation.
4:19
καὶ ἐξεδιῄτησεν τὸ ἔθνος καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν
耶孫就改變了百姓的生活方式,把他們的制度敗壞至各樣的不法。
And he both changed the manner of living of the people, and perverted their civil customs into all lawlessness.
4:20
ὥστε μὴ μόνον ἐπ’ αὐτῇ τῇ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι ἀλλὰ καὶ καταλῦσαι τὴν τοῦ ἱεροῦ κηδεμονίαν
以致他不僅在我們祖國的衛城上建造體育場,更荒廢了對聖殿的守護。
So that he not only erected a gymnasium on the very citadel of our country, but neglected the guardianship of the temple.
4:21
ἐφ’ οἷς ἀγανακτήσασα θεία δίκη αὐτὸν αὐτοῖς τὸν Ἀντίοχον ἐπολέμωσεν
神聖的審判因這些事而震怒,就激動安提阿古起來敵對他們。
At which Divine vengeance being grieved, instigated Antiochus himself against them.
4:22
ἐπειδὴ γὰρ πολεμῶν ἦν κατ’ Αἴγυπτον Πτολεμαίῳ ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνάναι αὐτὸν ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ιεροσολυμῖται ταχέως ἐπ’ αὐτοὺς ἀνέζευξεν
原來安提阿古正在埃及與多利買交戰,聽見有他已死的謠言傳開,耶路撒冷的居民極其歡喜,他便迅速回師攻打他們。
For being at war with Ptolemy in Egypt, he heard that on a report of his death being spread abroad, the inhabitants of Jerusalem had exceedingly rejoiced, and he quickly marched against them.
4:23
καὶ ὡς ἐπόρθησεν αὐτούς δόγμα ἔθετο ὅπως εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ θάνοιεν
他既攻陷了他們,就頒下諭令,凡他們中間若有人顯出仍照祖宗律法行事,就必處死。
And having subdued them, he established a decree that if any of them lived according to the laws of his country he should die.
4:24
καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὐνομίαν ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας
當他發覺無法藉諭令廢除本民族對律法的遵守,反見自己一切的威嚇與刑罰都歸於無效,
And when he could by no means destroy by his decrees the obedience to the law of the nation, but saw all his threats and punishments without effect,
4:25
ὥστε καὶ γυναῖκας ὅτι περιέτεμον τὰ παιδία μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι προειδυίας ὅτι τοῦτο πείσονται
連婦女因仍為嬰孩行割禮,竟被連同孩子一起從懸崖推下,她們明知必遭此刑罰仍照行不誤,
for even women, because they continued to circumcise their children, were flung down a precipice along with them, knowing beforehand of the punishment.
4:26
ἐπεὶ οὖν τὰ δόγματα αὐτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τοῦ ἔθνους ἠνάγκαζεν μιαρῶν ἀπογευομένους τροφῶν ἐξόμνυσθαι τὸν Ιουδαϊσμόν
既然他的諭令被百姓藐視,他就親自藉著酷刑,強迫本民族的每一個人嘗那不潔的食物,以背棄猶太信仰。
When, therefore, his decrees were disregarded by the people, he himself compelled by means of tortures every one of this race, by tasting forbidden meats, to abjure the Jewish religion.
123456789101112131415161718