📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 但以理書

True

但以理書 第 10 章

希臘文原文.21 節.部分字詞可點開查義

← 第 9 章第 11 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
10:1
ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχθη τῷ Δανιηλ ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασαρ καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα καὶ τὸ πλῆθος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα καὶ διενοήθην αὐτὸ ἐν ὁράματι ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιηλ οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτασαρ καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ
波斯王居魯士元年,有一命令指示了但以理—他的名又稱為伯提沙撒;那異象和那命令都是真的;強大的群眾必明白這命令,我也在異象中明白了它。 波斯王居魯士第三年,有話向但以理顯明—他的名又稱為伯提沙撒;那話是真實的,其力甚大;他在異象中得了聰明。
In the first year of Cyrus king of the Persians an ordinance was shown to Daniel, whose name was called Baltasar; and the vision and the ordinance were true, and the mighty multitude shall give thought to the ordinance, and I gave thought to it in a vision. In the third year of Cyrus king of the Persians a word was revealed to Daniel, whose name was called Baltasar; and the word was true, and great was its power, and understanding was given to him in the vision.
10:2
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν
當那些日子,我但以理悲傷了三個七。 當那些日子,我但以理悲傷了三個七日。
In those days I, Daniel, was mourning three weeks. In those days I, Daniel, was mourning three weeks of days.
10:3
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου ἔλαιον οὐκ ἠλειψάμην ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν
美味我沒有吃,酒肉沒有入我的口,我也沒有抹油,直到我滿了那三個七日。 美味我沒有吃,酒肉沒有入我的口,我也沒有抹膏,直到滿了三個七日。
I ate no desirable bread, and meat and wine did not enter my mouth; with oil I did not anoint myself, until I had completed the three weeks of days. I ate no desirable bread, and meat and wine did not enter my mouth, and with ointment I did not anoint myself, until the fulfilling of three weeks of days.
10:4
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ πρώτου καὶ ἐγὼ ἤμην ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ τοῦ μεγάλου ὅς ἐστι Τίγρης ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου αὐτός ἐστιν Εδδεκελ
到了正月二十四日,我正在那大河—就是底格里斯河—的岸邊, 正月二十四日,我正在那大河—就是伊底結河—的旁邊,
And it happened on the twenty-fourth day of the first month, and I was on the bank of the great river, which is the Tigris, On the twenty-fourth day of the first month, and I was beside the great river, that is Eddekel,
10:5
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἄνθρωπος εἷς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσφὺν περιεζωσμένος βυσσίνῳ καὶ ἐκ μέσου αὐτοῦ φῶς καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδιν καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ωφαζ
我舉目觀看,見有一人身穿細麻衣,腰間束著細麻帶,從他中間發出光來。 我舉目觀看,見有一人身穿巴丁衣,腰間束著烏法斯的金帶。
and I lifted up my eyes and looked, and behold, one man clothed in fine linen, and girded about the waist with fine linen, and out of his midst there was light. and I lifted up my eyes and looked, and behold, one man clothed in baddin, and his waist girded with gold of Ophaz.
10:6
καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου
他的身體如同他施寶石,面貌如同閃電的樣子,眼目如同火把,膀臂和腳如同閃爍的銅,說話的聲音如同喧嚷的聲音。 他的身體如同他施寶石,面貌如同閃電的樣子,眼目如同火把,膀臂和腿如同光亮之銅的樣子,言語的聲音如同群眾的聲音。
And his body was like tharsis, and his face like the appearance of lightning, and his eyes like torches of fire, and his arms and his feet like flashing bronze, and the sound of his speech like the sound of an uproar. And his body was like tharsis, and his face like the appearance of lightning, and his eyes like torches of fire, and his arms and his legs like the appearance of gleaming bronze, and the sound of his words like the sound of a crowd.
10:7
καὶ εἶδον ἐγὼ Δανιηλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετ’ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπ’ αὐτούς καὶ ἀπέδρασαν ἐν σπουδῇ καὶ εἶδον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν ἀλλ’ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτούς καὶ ἔφυγον ἐν φόβῳ
這大異象惟有我但以理看見了;與我同在的人卻沒有看見這異象,但有強烈的懼怕落在他們身上,他們就急忙逃跑了。 這異象惟有我但以理一人看見了;與我同在的人卻沒有看見這異象,只是有大驚恐落在他們身上,他們就因懼怕逃跑了。
And I, Daniel, saw this great vision, and the men who were with me did not see this vision, but a strong fear fell upon them, and they ran away in haste. And I, Daniel, alone saw the vision, and the men with me did not see the vision, but a great trembling fell upon them, and they fled in fear.
10:8
καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην καὶ οὐκ ἐγκατελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἰδοὺ πνεῦμα ἐπεστράφη ἐπ’ ἐμὲ εἰς φθοράν καὶ οὐ κατίσχυσα καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύος
只剩下我一人,我看見了這大異象;我裡面毫無力氣。看哪,有靈轉到我身上,使我衰敗,我就支持不住。 只剩下我一人,我看見了這大異象;我裡面毫無力氣,我的榮光變為枯槁,我就全無氣力。
And I was left alone, and I saw this great vision, and no strength was left in me, and behold, a spirit turned upon me to my ruin, and I had no strength. And I was left alone, and I saw this great vision, and no strength was left in me, and my glory was turned to corruption, and I retained no strength.
10:9
καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλιᾶς αὐτοῦ ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με αὐτοῦ ἤμην κατανενυγμένος καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν
我沒有聽見他說話的聲音;我是面伏於地躺著的。 我聽見他言語的聲音;我一聽見他,就昏沉俯伏,臉伏於地。
And I did not hear the sound of his speech; I lay fallen on my face upon the ground. And I heard the sound of his words, and when I heard him I was in a stupor, and my face was to the ground.
10:10
καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου
看哪,有一隻手伸向我,扶我起來,使我用膝跪著,用腳掌立住。 看哪,有一隻手摸我,扶我起來,使我用膝跪著。
And behold, a hand was brought to me, and it raised me upon my knees, upon the soles of my feet. And behold, a hand was touching me, and it raised me upon my knees.
10:11
καὶ εἶπέν μοι Δανιηλ ἄνθρωπος ἐλεεινὸς εἶ διανοήθητι τοῖς προστάγμασιν οἷς ἐγὼ λαλῶ ἐπὶ σέ καὶ στῆθι ἐπὶ τοῦ τόπου σου ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων καὶ εἶπεν πρός με Δανιηλ ἀνὴρ ἐπιθυμιῶν σύνες ἐν τοῖς λόγοις οἷς ἐγὼ λαλῶ πρὸς σέ καὶ στῆθι ἐπὶ τῇ στάσει σου ὅτι νῦν ἀπεστάλην πρὸς σέ καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος
他對我說:「但以理啊,你是可憐憫的人;你要思想我對你所說的這些命令,要站在你的地方,因為我方才奉差遣到你這裡來。」他對我說這命令的時候,我就戰兢地站著。 他對我說:「但以理,被眷慕的人哪,你要明白我對你所說的這些話,要站在你的位上,因為我如今奉差遣到你這裡來。」他對我說這話的時候,我就戰兢地站起來。
And he said to me, "Daniel, you are a man to be pitied; give thought to the ordinances that I speak to you, and stand in your place, for I have just now been sent to you." And while he was speaking this ordinance with me, I stood trembling. And he said to me, "Daniel, man of desires, understand the words that I speak to you, and stand in your station, for I have now been sent to you." And while he was speaking this word to me, I stood up trembling.
10:12
καὶ εἶπεν πρός με μὴ φοβοῦ Δανιηλ ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἧς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου εἰσηκούσθη τὸ ῥῆμά σου καὶ ἐγὼ εἰσῆλθον ἐν τῷ ῥήματί σου καὶ εἶπεν πρός με μὴ φοβοῦ Δανιηλ ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου
他對我說:「但以理啊,不要懼怕;因為從你立定你的面要明白、要在主你神面前謙卑的頭一日起,你的話就蒙垂聽了,我也是因你的話而來的。 他對我說:「但以理啊,不要懼怕;因為從你立定你的心要明白、要在你神面前刻苦的頭一日起,你的話就蒙垂聽了,我也是因你的話而來的。
And he said to me, "Do not fear, Daniel, for from the first day that you set your face to give thought and to humble yourself before the Lord your God, your word was heard, and I have come at your word. And he said to me, "Do not fear, Daniel, for from the first day that you set your heart to understand and to afflict yourself before your God, your words were heard, and I have come at your words.
10:13
καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθεν βοηθῆσαί μοι καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν
波斯王的元帥攔阻我二十一日;看哪,為首的眾君之一米迦勒來幫助我,我就把他留在那裡,與波斯王的元帥一同。 波斯國的君攔阻我二十一日;看哪,為首的眾君之一米迦勒來幫助我,我就把他留在那裡,與波斯國的君一同。
And the commander of the king of the Persians had stood against me twenty-one days, and behold, Michael, one of the chief rulers, came upon him to help me, and I left him there with the commander of the king of the Persians. And the ruler of the kingdom of the Persians had stood opposite me twenty-one days, and behold, Michael, one of the chief rulers, came to help me, and I left him there with the ruler of the kingdom of the Persians.
10:14
καὶ εἶπέν μοι ἦλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἔτι γὰρ ὅρασις εἰς ἡμέρας καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας
他對我說:「我來要指示你,在末後的日子你本國之民必遭遇甚麼事,因為這異象還關乎那些日子。」 「我來要使你明白,在末後的日子你本國之民必遭遇的一切事,因為這異象還關乎那些日子。」
And he said to me, "I have come to show you what shall meet your people at the last of the days, for the vision is yet for days." "And I have come to make you understand all that shall befall your people at the last of the days, for the vision is yet for days."
10:15
καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ’ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ κατενύγην
他對我說這些命令的時候,我就臉面朝地,默默無言。 他照這些話對我說的時候,我就臉面朝地,心中刺痛。
And while he was speaking these ordinances with me, I set my face to the ground and was silent. And while he was speaking with me according to these words, I set my face to the ground and was pierced with grief.
10:16
καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατό μου τῶν χειλέων καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου κύριε καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπ’ ἐμέ καὶ οὐκ ἦν ἐν ἐμοὶ ἰσχύς καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί καὶ οὐκ ἔσχον ἰσχύν
看哪,有一位形狀如同人手的摸我的嘴唇,我就開口說話,對那站在我對面的說:「我主啊,那異象一來,就轉到我的肋旁、臨到我身上,我裡面毫無力氣。」 看哪,有一位形狀如同人子的摸我的嘴唇,我就開口說話,對那站在我面前的說:「我主啊,因你的異象,我裡面的臟腑在我裡面翻轉了,我毫無力氣。
And behold, as it were the likeness of a man's hand touched my lips, and I opened my mouth and spoke and said to the one standing opposite me, "My lord, as the vision turned upon my side, upon me, there was no strength in me." And behold, as it were the likeness of a son of man touched my lips, and I opened my mouth and spoke and said to the one standing before me, "My lord, at your vision my inward parts were turned within me, and I had no strength.
10:17
καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ καὶ ἐγὼ ἠσθένησα καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί καὶ πῶς δυνήσεται ὁ παῖς σου κύριε λαλῆσαι μετὰ τοῦ κυρίου μου τούτου καὶ ἐγὼ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί
僕人怎能與他的主說話呢?我已經軟弱,我裡面毫無力氣,氣息也不留在我裡面。」 我主啊,你的僕人怎能與我這位主說話呢?我從今以後,力量必不存留在我裡面,氣息也不留在我裡面。」
And how will the servant be able to speak with his lord? For I have grown weak, and there is no strength in me, and no spirit is left in me." And how will your servant, my lord, be able to speak with this my lord? As for me, from now on no strength will stand in me, and no breath is left in me."
10:18
καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ κατίσχυσέ με καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέν με
他又前來摸我,形狀如同人的樣子,使我剛強。 他又前來摸我,形狀如同人的樣子,使我有力量。
And he came again and touched me, as the appearance of a man, and he strengthened me. And he came again and touched me, as the appearance of a man, and he strengthened me.
10:19
καὶ εἶπέ μοι ἄνθρωπος ἐλεεινὸς εἶ μὴ φοβοῦ ὑγίαινε ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλησάτω ὁ κύριός μου ὅτι ἐνίσχυσέ με καὶ εἶπέν μοι μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς με
他對我說:「你是可憐憫的人;不要懼怕,願你安好,要剛強壯膽。」他與我說話的時候,我就有了力量,說:「我主請說,因為他使我剛強了。」 他對我說:「被眷慕的人哪,不要懼怕,願你平安,要剛強壯膽。」他與我說話的時候,我就有了力量,說:「我主請說,因為你使我剛強了。」
And he said to me, "You are a man to be pitied; do not fear, be well, be manly and strong." And while he was speaking with me I grew strong, and I said, "Let my lord speak, for he has strengthened me." And he said to me, "Do not fear, man of desires; peace be to you, be manly and strong." And while he was speaking with me I grew strong, and I said, "Let my lord speak, for you have strengthened me."
10:20
καὶ εἶπεν πρός με γινώσκεις τί ἦλθον πρὸς σέ καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο καὶ εἶπεν εἰ οἶδας ἵνα τί ἦλθον πρὸς σέ καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο
他對我說:「你知道我為甚麼到你這裡來。現在我要回去與波斯王的元帥爭戰;我正出去的時候,看哪,希臘的元帥就進來了。 他說:「你知道我為甚麼到你這裡來嗎?現在我要回去與波斯的君爭戰;我正出去的時候,希臘的君就來了。
And he said to me, "You know why I came to you. And now I will return to fight with the commander of the king of the Persians; and as I was going out, behold, the commander of the Greeks was coming in. And he said, "Do you know why I came to you? And now I will return to make war with the ruler of the Persians; and as I was going out, the ruler of the Greeks was coming.
10:21
καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετ’ ἐμοῦ ὑπὲρ τούτων ἀλλ’ ἢ Μιχαηλ ὁ ἄγγελος ἀλλ’ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ’ ἐμοῦ περὶ τούτων ἀλλ’ ἢ Μιχαηλ ὁ ἄρχων ὑμῶν
我必將那記在真實記錄上的先前之事指示你;在這些事上,除了天使米迦勒以外,沒有一個幫助我的。 然而我要把那記在真實書上所定的事告訴你;在這些事上,除了你們的君米迦勒以外,沒有一個與我一同堅持的。
And I will indeed show you the former things in a record of truth; and there was no one helping along with me in these matters except Michael the angel. But I will announce to you what is inscribed in a writing of truth; and there is not one holding firm along with me in these matters except Michael your ruler.
← 第 9 章第 11 章 →
123456789101112

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。