📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 但以理書

True

但以理書 第 2 章

希臘文原文.49 節.部分字詞可點開查義

← 第 1 章第 3 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
2:1
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσθη Ναβουχοδονοσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ’ αὐτοῦ
尼布甲尼撒在位第二年,王陷入異象和異夢之中,在夢中心裡煩亂,睡意也離開了他。 尼布甲尼撒在位第二年,尼布甲尼撒作了一夢,他的靈就驚惶,睡意也離開了他。
And in the second year of the reign of Nabouchodonosor it came about that the king fell into visions and dreams, and was troubled in his dream, and his sleep went from him. In the second year of the reign of Nabouchodonosor, Nabouchodonosor dreamed a dream, and his spirit was put out of itself, and his sleep went from him.
2:2
καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως
王吩咐人將迦勒底人的術士、法師和行邪術的帶進來,要他們把王的夢告訴王;他們來到,就站在王那裡。 王吩咐人召術士、法師、行邪術的和迦勒底人來,要他們把王的夢告訴王;他們就來站在王面前。
And the king commanded that the enchanters and the magicians and the sorcerers of the Chaldeans be brought in, to declare to the king his dreams; and they came and stood beside the king. And the king said to summon the enchanters and the magicians and the sorcerers and the Chaldeans, to declare to the king his dreams; and they came and stood before the king.
2:3
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἐνύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα ἐπιγνῶναι οὖν θέλω τὸ ἐνύπνιον καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἠνυπνιάσθην καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον
王對他們說:我見了一夢,我的靈被攪動,所以我要知道這夢。 王對他們說:我作了一夢,我的靈驚惶,要知道這夢。
And the king said to them: I have seen a dream, and my spirit was stirred; therefore I wish to know the dream. And the king said to them: I have dreamed, and my spirit was put out of itself to know the dream.
2:4
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί κύριε βασιλεῦ τὸν αἰῶνα ζῆθι ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν
迦勒底人用亞蘭話對王說:我主我王啊,願你永遠長存!請將你的夢告訴僕人,我們就把夢的講解告訴你。 迦勒底人用亞蘭話對王說:王啊,願你萬世長存!請你將夢告訴僕人,我們就把講解說明。
And the Chaldeans spoke to the king in Aramaic: My lord king, live forever! Declare your dream to your servants, and we will tell you its interpretation. And the Chaldeans spoke to the king in Aramaic: O king, live unto the ages! Do you tell the dream to your servants, and we will declare the interpretation.
2:5
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις ὅτι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ’ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι παραδειγματισθήσεσθε καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τοῖς Χαλδαίοις ὁ λόγος ἀπ’ ἐμοῦ ἀπέστη ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται
王回答迦勒底人說:你們若不將那夢照實告訴我,又將夢的講解向我說明,你們就必被示眾受辱,你們的財產也必被收歸王庫。 王回答迦勒底人說:那話已離開我了。你們若不將夢和夢的講解告訴我,就必歸於滅亡,你們的房屋也必被搶奪。
And the king answered and said to the Chaldeans: If you do not report to me truly the dream and make clear to me its interpretation, you shall be made a public spectacle, and your goods shall be taken up into the royal treasury. The king answered and said to the Chaldeans: The word has gone from me. If you do not make known to me the dream and its interpretation, you shall be given over to destruction, and your houses shall be plundered.
2:6
ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπ’ ἐμοῦ δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ’ ἐμοῦ πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι
你們若將夢向我講明,又把夢的講解告訴我,就必得各樣的賞賜,也必從我得榮耀。你們把夢向我說明,並且解釋吧。 你們若將夢和夢的講解告訴我,就必從我得賞賜、禮物和大尊榮。只是你們要把夢和夢的講解告訴我。
But if you explain the dream to me and declare its interpretation, you shall receive gifts of every kind and be glorified by me. Make the dream clear to me, and interpret it. But if you make known to me the dream and its interpretation, you shall receive from me gifts and presents and much honour. Only report to me the dream and its interpretation.
2:7
ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες βασιλεῦ τὸ ὅραμα εἰπόν καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν
他們第二次回答說:王啊,請將那異象說出來,僕人就照此解釋。 他們第二次回答說:請王將夢告訴僕人,我們就把夢的講解說明。
And they answered a second time, saying: O king, tell the vision, and your servants will interpret accordingly. They answered a second time and said: Let the king tell the dream to his servants, and we will declare its interpretation.
2:8
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἐπ’ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ πρᾶγμα καθάπερ οὖν προστέταχα οὕτως ἔσται ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν ἐπ’ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε καθότι εἴδετε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα
王對他們說:我確實知道你們是在拖延時候,因為你們看出那事已離開我了。所以我怎樣吩咐,就必怎樣成就。 王回答說:我確實知道你們是在拖延時候,因為你們看出那話已離開我了。
And the king said to them: In truth I know that you are buying up time, inasmuch as you have seen that the matter has gone from me. Therefore just as I have ordered, so shall it be. The king answered and said: In truth I know that you are buying up time, because you have seen that the word has gone from me.
2:9
ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ’ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε θανάτῳ περιπεσεῖσθε συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπ’ ἐμοῦ ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ νῦν οὖν ἐὰν τὸ ῥῆμα εἴπητέ μοι ὃ τὴν νύκτα ἑώρακα γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου ἕως οὗ ὁ καιρὸς παρέλθῃ τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι
你們若不將夢照實告訴我,也不把夢的講解說明,你們就必遭遇死亡;因為你們彼此串通,要在我面前造出謊言,等候時勢改變。現在你們若把我夜間所見的事告訴我,我就知道你們也必能把夢的講解說明。 所以你們若不把夢告訴我,我就知道你們彼此串通,要在我面前說虛謊敗壞的話,等候時候過去。你們把我的夢告訴我,我就知道你們必能把夢的講解告訴我。
If you do not report the dream to me truly and make its interpretation clear, you shall meet with death; for you have conspired together to make up lying words before me until the time should change. Now then, if you tell me the matter which I saw in the night, I shall know that you will also make clear its interpretation. If therefore you do not declare the dream to me, I know that you have agreed together to speak before me a false and corrupt word until the time passes by. Tell me my dream, and I shall know that you will declare its interpretation to me.
2:10
καὶ ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε καθάπερ σὺ ἐρωτᾷς καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαῖον ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ ἐπερωτᾷ ἐπαοιδόν μάγον καὶ Χαλδαῖον
迦勒底人在王面前回答說:地上沒有人能把王所見的事照你所問的告訴王;無論何王、何等有權勢的,都沒有向任何智士、法師、迦勒底人問過這樣的事。 迦勒底人在王面前回答說:旱地上沒有人能將王所問的事說明;因為沒有一個大君王或掌權者向術士、法師和迦勒底人問過這樣的事。
And the Chaldeans answered before the king: No one on the earth will be able to tell the king what he has seen, as you ask; and no king and no potentate asks such a thing of any wise man or magician or Chaldean. The Chaldeans answered before the king and say: There is no man on the dry land who will be able to make known the king's matter, inasmuch as no great king or ruler asks such a matter of an enchanter, a magician, and a Chaldean.
2:11
καὶ ὁ λόγος ὃν ζητεῖς βασιλεῦ βαρύς ἐστι καὶ ἐπίδοξος καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ εἰ μήτι ἄγγελος οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ βαρύς καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως ἀλλ’ ἢ θεοί ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός
王啊,你所問的事甚重,也是難得的;除了天使以外,沒有誰能向王說明這些事,而天使的居所不在一切血肉之中;所以照你所想的,這事是不可能成就的。 因為王所問的事甚重,除了諸神以外,沒有別的能在王面前說明;諸神的居所不在一切血肉之中。
And the word which you seek, O king, is weighty and remarkable; and there is no one who will make these things clear to the king, except an angel, whose dwelling is not with any flesh; whence it cannot come about as you suppose. For the word which the king asks is weighty, and there is no other who will declare it before the king except gods, whose dwelling is not with any flesh.
2:12
τότε ὁ βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος
那時王變得陰沉,甚是憂愁,就吩咐把巴比倫地所有的智士都帶出去。 那時王大發烈怒,吩咐滅絕巴比倫所有的智士。
Then the king, becoming gloomy and deeply grieved, gave orders to lead out all the wise men of Babylonia. Then the king, in anger and great wrath, said to destroy all the wise men of Babylon.
2:13
καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι ἐζητήθη δὲ ὁ Δανιηλ καὶ πάντες οἱ μετ’ αὐτοῦ χάριν τοῦ συναπολέσθαι καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν
於是有命令定下,要把他們全都殺了;但以理和一切與他同在的人也被尋索,要一同被滅。 命令發出,智士就被殺戮;人也尋找但以理和他的朋友,要殺他們。
And it was decreed to kill them all; and Daniel was sought, and all those with him, that they might be destroyed along with them. And the decree went out, and the wise men were being killed; and they sought Daniel and his friends to do away with them.
2:14
τότε Δανιηλ εἶπε βουλὴν καὶ γνώμην ἣν εἶχεν Αριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς Βαβυλωνίας τότε Δανιηλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Αριωχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος
那時但以理將自己的計謀和見識告訴王的護衛長亞略;王曾吩咐他把巴比倫地的智士帶出去。 那時但以理用計謀和見識回答王的護衛長亞略;亞略已經出來要殺巴比倫的智士。
Then Daniel spoke the counsel and judgement that he had to Ariochēs the king's chief of the guard, whom he had ordered to lead out the sophists of Babylonia. Then Daniel answered with counsel and judgement to Arioch the king's chief of the guard, who had gone out to do away with the wise men of Babylon.
2:15
καὶ ἐπυνθάνετο αὐτοῦ λέγων περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Αριώχης τῷ Δανιηλ ἄρχων τοῦ βασιλέως περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως ἐγνώρισεν δὲ τὸ ῥῆμα Αριωχ τῷ Δανιηλ
但以理問他說:王所下的命令為何這樣嚴酷呢?亞略便將這命令告知但以理。 王的大臣啊,這無恥的命令為何從王面前發出呢?亞略就把這事告訴但以理。
And he inquired of him, saying: Concerning what is this bitter decree issued by the king? Then Ariochēs made the ordinance known to Daniel. O ruler of the king, concerning what has this shameless decree gone forth from the king's presence? And Arioch made the matter known to Daniel.
2:16
ὁ δὲ Δανιηλ εἰσῆλθε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως καὶ Δανιηλ εἰσῆλθεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ
但以理就急忙進去見王,求王給他時候,好把一切都在王面前說明。 但以理進去求王給他時候,他好將夢的講解告訴王。
And Daniel went in quickly to the king and requested that time be given him by the king, and that he might make everything clear before the king. And Daniel went in and requested the king to give him time, and that he might declare its interpretation to the king.
2:17
τότε ἀπελθὼν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα καὶ εἰσῆλθεν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ανανια καὶ τῷ Μισαηλ καὶ τῷ Αζαρια τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισεν
那時但以理回到自己家裡,把一切事都指示他的同伴哈拿尼雅、米沙利、亞撒利雅。 但以理回到自己家裡,把這事告訴他的朋友哈拿尼雅、米沙利、亞撒利雅;
Then Daniel went away to his house and showed everything to Ananias and Misael and Azarias his companions. And Daniel went into his house and made the matter known to Ananias and Misael and Azarias his friends;
2:18
καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου ὅπως μὴ ἐκδοθῶσι Δανιηλ καὶ οἱ μετ’ αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοφισταῖς Βαβυλῶνος καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος
他吩咐禁食、祈求,並為這奧祕的緣故向至高的主尋求援助,免得但以理和與他同在的人與巴比倫的智士一同被交付滅亡。 他們就為這奧祕的事向天上的神尋求憐憫,免得但以理和他的朋友與巴比倫其餘的智士一同滅亡。
and he enjoined a fast and supplication and a plea for succour to be sought from the Lord the Most High concerning this mystery, so that Daniel and those with him might not be handed over to destruction together with the sophists of Babylon. And they were seeking mercies from the God of heaven concerning this mystery, so that Daniel and his friends might not perish with the rest of the wise men of Babylon.
2:19
τότε τῷ Δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον τότε τῷ Δανιηλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ
那時在當夜的異象中,王的奧祕清楚地向但以理顯明了;但以理就稱頌至高的主。 那時這奧祕在夜間的異象中向但以理顯明;他便稱頌天上的神。
Then to Daniel, in a vision that very night, the king's mystery was made manifest plainly; then Daniel blessed the Lord the Most High. Then to Daniel in a vision of the night the mystery was revealed, and he blessed the God of heaven.
2:20
καὶ ἐκφωνήσας εἶπεν ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι Δανιηλ καὶ εἶπεν εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν
他就揚聲說:至大之主的名必永遠稱頌,因為智慧和尊大都屬乎他。 但以理說:願神的名從亙古直到永遠稱頌,因為智慧和聰明都屬乎他。
And crying aloud he said: The name of the great Lord shall be blessed forever, for the wisdom and the majesty are his. Daniel, and he said: May the name of God be blessed from age unto age, for the wisdom and the understanding are his.
2:21
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους μεθιστῶν βασιλεῖς καὶ καθιστῶν διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν
他改變時候和時期,廢王、立王,將智慧賜給智慧人,將聰明賜給有知識的人。 他改變時候和時期,立王、廢王,將智慧賜給智慧人,將見識賜給曉得聰明的人。
And he changes seasons and times, removing kings and establishing them, giving wisdom to the wise and understanding to those who are in knowledge. And he changes seasons and times; he establishes kings and removes them, giving wisdom to the wise and prudence to those who know understanding.
2:22
ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί καὶ παρ’ αὐτῷ κατάλυσις αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν
他顯明深奧、隱暗的事,知道暗中的事和光中的事;安歇之所也在他那裡。 他顯明深奧、隱祕的事,知道暗中所有的;光明也與他同在。
revealing the deep and dark things, and knowing the things in the darkness and the things in the light; and with him is a resting place. He reveals deep and hidden things, knowing the things in the darkness, and the light is with him.
2:23
σοί κύριε τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα τοῦ δηλῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα σοί ὁ θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι
我列祖的主啊,我稱謝你,讚美你,因你將智慧和見識賜給我;如今你又把我所求的都指示我,好將這些事向王說明。 我列祖的神啊,我稱謝你,讚美你,因你將智慧和能力賜給我;如今你把我們向你所求的指示我,又把王的異象指示我。
To you, Lord of my fathers, I give thanks and praise, for you have given me wisdom and prudence; and now you have made known to me all that I asked, so as to make these things clear to the king. To you, God of my fathers, I give thanks and praise, for you have given me wisdom and power; and now you have made known to me what we asked of you, and you have made known to me the king's vision.
2:24
εἰσελθὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω καὶ ἦλθεν Δανιηλ πρὸς Αριωχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος καὶ εἶπεν αὐτῷ τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ
但以理進去見亞略,就是王所派要殺盡巴比倫地一切智士的;他對亞略說:不要滅絕巴比倫地的智士,求你帶我去見王,我要將各樣的事向王說明。 但以理來見亞略,就是王所派要滅絕巴比倫智士的;他對亞略說:不要滅絕巴比倫的智士,求你帶我到王面前,我要將夢的講解告訴王。
And Daniel, going in to Arioch, who had been appointed by the king to kill all the sophists of Babylonia, said to him: Do not destroy the sophists of Babylonia; but bring me in to the king, and I will make every detail clear to the king. And Daniel came to Arioch, whom the king had appointed to destroy the wise men of Babylon, and said to him: Do not destroy the wise men of Babylon; but bring me in before the king, and I will declare the interpretation to the king.
2:25
τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα τότε Αριωχ ἐν σπουδῇ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ
亞略就急忙將但以理帶到王面前,對王說:我在猶大子孫被擄的人中遇見一個有智慧的人,他要將各樣的事向王說明。 亞略就急忙將但以理帶到王面前,對王說:我在猶大被擄的子孫中遇見一個人,他要將夢的講解告訴王。
Then Arioch in haste brought Daniel in to the king and said to him: I have found a wise man from the captivity of the sons of Judea, who will make every detail clear to the king. Then Arioch in haste brought Daniel in before the king and said to him: I have found a man from the sons of the captivity of Judea, who will declare the interpretation to the king.
2:26
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ ἐπικαλουμένῳ δὲ Χαλδαϊστὶ Βαλτασαρ δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τῷ Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ
王回答那按迦勒底語稱為伯提沙撒的但以理說:你能將我所見的異象和這異象的講解向我說明嗎? 王回答名叫伯提沙撒的但以理說:你能將我所見的夢和夢的講解告訴我嗎?
And the king answered and said to Daniel, who was called in Chaldean Baltasar: Will you be able to make clear to me the vision which I saw and its interpretation? And the king answered and said to Daniel whose name was Baltasar: Are you able to declare to me the dream which I saw and its interpretation?
2:27
ἐκφωνήσας δὲ ὁ Δανιηλ ἐπὶ τοῦ βασιλέως εἶπεν τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις καὶ ἀπεκρίθη Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ οὐκ ἔστιν σοφῶν μάγων ἐπαοιδῶν γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ
但以理在王面前揚聲說:王所見的奧祕,不是智士、行邪術的、術士和迦薩利人所能說明的。 但以理在王面前回答說:王所問的奧祕,不是智士、法師、術士、迦薩利人所能告訴王的。
And Daniel, crying aloud before the king, said: The mystery which the king has seen — its disclosure is not for wise men and sorcerers and enchanters and gazarenes. And Daniel answered before the king and says: The mystery which the king asks — it is not for wise men, magicians, enchanters, gazarenes to declare to the king.
2:28
ἀλλ’ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι ἀλλ’ ἢ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν
但天上有一位神顯明奧祕的事,他已將末後日子必有的事向尼布甲尼撒王說明。王啊,願你永遠長存!你在床上所作的夢和你腦中的異象就是這樣: 只有天上的神顯明奧祕的事,他已將末後日子必有的事指示尼布甲尼撒王。你在床上所作的夢和你腦中的諸異象就是這樣:
But there is a God in heaven who reveals mysteries, who has made clear to king Nabouchodonosor what must happen in the last days. O king, live forever! Your dream and the vision of your head upon your bed is this: But there is a God in heaven who reveals mysteries, and he has made known to king Nabouchodonosor what must happen in the last days. Your dream and the visions of your head upon your bed are this:
2:29
σύ βασιλεῦ κατακλιθεὶς ἐπὶ τῆς κοίτης σου ἑώρακας πάντα ὅσα δεῖ γενέσθαι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν καὶ ὁ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι σὺ βασιλεῦ οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δεῖ γενέσθαι
王啊,你躺在床上的時候,看見了末後日子必有的一切事;那顯明奧祕的已將必有的事向你說明。 王啊,你在床上心裡想到此後必有什麼事;那顯明奧祕的就把必有的事指示你。
You, O king, as you lay upon your bed, saw all that must happen in the last days; and he who reveals mysteries made clear to you what must happen. You, O king — your thoughts came up upon your bed as to what must happen after these things; and he who reveals mysteries made known to you what must happen.
2:30
κἀμοὶ δὲ οὐ παρὰ τὴν σοφίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη ἀλλ’ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη ἀλλ’ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς
至於我,這奧祕向我顯明,並不是因我裡面的智慧勝過一切世人,乃是為要向王說明;你心裡所思想的,已在知識中指示我了。 至於我,這奧祕顯明給我,並不是因我裡面的智慧勝過一切活人,乃是為要使王知道夢的講解,好叫你知道你心裡的思念。
And to me also this mystery was made manifest not by reason of wisdom that is in me beyond all human beings, but for the sake of its being made clear to the king; what you conceived in your heart in knowledge was signified to me. And as for me, this mystery was revealed not by wisdom that is in me beyond all the living, but for the sake of making the interpretation known to the king, that you may know the thoughts of your heart.
2:31
καὶ σύ βασιλεῦ ἑώρακας καὶ ἰδοὺ εἰκὼν μία καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά σύ βασιλεῦ ἐθεώρεις καὶ ἰδοὺ εἰκὼν μία μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής ἑστῶσα πρὸ προσώπου σου καὶ ἡ ὅρασις αὐτῆς φοβερά
王啊,你觀看,見有一個像;那像甚大,形狀極其出眾,立在你面前;那像的形狀甚是可怕。 王啊,你觀看,見有一個像;那像甚大,形狀極其出眾,站在你面前;那像的樣子甚是可怕。
And you, O king, saw, and behold, a single image; and that image was exceedingly great, and its appearance surpassing; it stood before you, and the appearance of the image was fearful. You, O king, were beholding, and behold, a single image — great was that image, and its appearance surpassing, standing before your face; and its aspect was fearful.
2:32
καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ ἡ εἰκών ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
那像的頭是精金的,胸膛和膀臂是銀的,肚腹和腰股是銅的, 這像的頭是精金的,手和胸膛並膀臂是銀的,肚腹和腰股是銅的,
And its head was of fine gold; the breast and the arms silver; the belly and the thighs bronze; The image whose head was of fine gold, its hands and the breast and its arms silver, the belly and the thighs bronze,
2:33
τὰ δὲ σκέλη σιδηρᾶ οἱ πόδες μέρος μέν τι σιδήρου μέρος δέ τι ὀστράκινον αἱ κνῆμαι σιδηραῖ οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον
腿是鐵的,腳是一部分鐵、一部分泥的。 小腿是鐵的,腳是一部分鐵、一部分泥的。
and the legs iron; the feet, one part of iron and another part of earthenware. the shins iron; the feet, one part iron and one part earthenware.
2:34
ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά ἐθεώρεις ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος
你看見了,直到有一塊石頭非人手所鑿,從山中鑿出來,打在那像的腳上,就是那鐵的和瓦的腳上,把它們磨成細末。 你一直觀看,直到有一塊石頭非人手所鑿,從山中鑿出來,打在那像的腳上,就是那鐵的和瓦的腳上,把它們徹底碾碎。
You have seen — until a stone was cut out of a mountain without hands, and it struck the image on the feet, the iron and earthenware ones, and ground them to powder. You were watching until a stone was cut out of a mountain without hands, and it struck the image on the feet, the iron and earthenware ones, and crushed them utterly.
2:35
τότε λεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειφθῆναι ἐξ αὐτῶν καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον ὁ σίδηρος ὁ χαλκός ὁ ἄργυρος ὁ χρυσὸς καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν
那時,鐵、瓦、銅、銀、金都一同碎成細末,成了比禾場上的糠粃還細的東西;風把它們吹散,以致一點也沒有留下。那打在像上的石頭卻成了一座大山,擊打了全地。 那時,瓦、鐵、銅、銀、金都一次碎成細末,成了如同夏天禾場上的塵土;大風把它們颳去,無處可尋。那打在像上的石頭卻成了一座大山,充滿了全地。
Then the iron and the earthenware and the bronze and the silver and the gold were all at once made fine, and it became finer than chaff on a threshing floor, and the wind blew them away so that nothing at all was left of them; and the stone that struck the image became a great mountain and struck the whole earth. Then the earthenware, the iron, the bronze, the silver, the gold were crushed all at once, and they became like dust from a summer threshing floor, and the great rush of the wind carried them off, and no place was found for them; and the stone that struck the image became a great mountain and filled the whole earth.
2:36
τοῦτο τὸ ὅραμα καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως τοῦτό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως
這就是那異象;至於解釋,我們要在王面前陳明。 這就是那夢;它的解釋,我們要在王面前陳明。
This is the vision; and the interpretation we will tell before the king. This is the dream, and we will tell its interpretation before the king.
2:37
σύ βασιλεῦ βασιλεὺς βασιλέων καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν σύ βασιλεῦ βασιλεὺς βασιλέων ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν
王啊,你是諸王之王;天上的主已將治權、國度、能力、尊榮、榮耀都賜給了你。 王啊,你是諸王之王;天上的神已將堅強、大有權勢、尊貴的國賜給了你。
You, O king, are king of kings, and to you the Lord of heaven has given the dominion and the kingdom and the might and the honour and the glory. You, O king, are king of kings, to whom the God of heaven has given a kingdom strong and mighty and honoured.
2:38
ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ
在全世界,從人、野獸、天空的飛鳥,直到海中的魚,他都交付在你手下,使你掌管一切。你就是那金頭。 在世人所住的各處,田野的走獸和天空的飛鳥,他都交在你手中,立你作萬有的主。你就是那金頭。
In all the inhabited world — from human beings and wild beasts and the birds of heaven to the fish of the sea — he has handed them over under your hands, to rule over all. You are the head of gold. In every place where the sons of men dwell, the beasts of the field and the birds of heaven he has given into your hand, and has made you lord of all. You are the head of gold.
2:39
καὶ μετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ ἣ κυριεύσει πάσης τῆς γῆς καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός ἣ κυριεύσει πάσης τῆς γῆς
在你以後必興起一國,比你小;又有第三國,是另一國,是銅的,要掌管全地。 在你以後必興起另一國,不及於你;又有第三國,就是那銅的,要掌管全地。
And after you there shall arise a kingdom lesser than you, and a third kingdom, another one, of bronze, which shall rule over all the earth. And after you there shall arise another kingdom, inferior to you, and a third kingdom, which is the bronze, which shall rule over all the earth.
2:40
καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ ὁ σίδηρος ὁ δαμάζων πάντα καὶ πᾶν δένδρον ἐκκόπτων καὶ σεισθήσεται πᾶσα ἡ γῆ καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει
還有第四國,堅強如鐵,就是那制伏萬物、砍倒各樣樹木的鐵;全地都要震動。 還有第四國,必堅強如鐵;鐵怎樣打碎制伏萬物,這國也必照樣打碎制伏一切。
And a fourth kingdom, strong as the iron that subdues all things and cuts down every tree; and the whole earth shall be shaken. And a fourth kingdom shall be strong as iron: in the manner that iron crushes and subdues all things, so shall it crush and subdue all.
2:41
καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν βασιλεία διῃρημένη ἔσται καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ
你既看見那像的腳一部分是窯匠的瓦、一部分是鐵,其中必有另一國,是分為兩半的,正如你看見鐵與泥瓦攙雜在一起。 你既看見那腳和腳趾一部分是瓦、一部分是鐵,那國必是分裂的;其中必有出於鐵根的成分,正如你看見鐵與瓦攙雜在一起。
And as you saw its feet, part of them potter's earthenware and part of them iron, another kingdom shall be in it, divided in two, just as you saw the iron mingled together with the clay earthenware. And whereas you saw the feet and the toes, part earthenware and part iron, the kingdom shall be divided, and there shall be in it something of the root of iron, in the manner that you saw the iron mingled with the earthenware.
2:42
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ’ αὐτῆς ἔσται συντριβόμενον
那腳趾一部分是鐵、一部分是瓦;這國必有一部分堅強,也必有一部分被折斷。 那腳趾一部分是鐵、一部分是瓦;這國必有一部分堅強,其中也必有正在破碎的。
And the toes of the feet, part of them iron and part of them earthenware: part of the kingdom shall be strong, and part shall be broken. And the toes of the feet, part of them iron and part of them earthenware: part of the kingdom shall be strong, and part of it shall be breaking apart.
2:43
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου
你既看見鐵與泥瓦攙雜在一起,他們也必因人的生育彼此混雜,卻不同心,也不彼此相善,正如鐵不能與瓦相合。 你既看見鐵與瓦攙雜在一起,他們也必在人的後裔中彼此混雜,卻不彼此黏合,這個與那個不相連,正如鐵不與瓦攙和。
And as you saw the iron mingled together with the clay earthenware, they shall be mixed together for the begetting of men, but they shall not be of one mind nor well disposed toward one another, just as neither can iron be blended with earthenware. Whereas you saw the iron mingled with the earthenware, they shall be mixed together in the seed of men, and they shall not cleave together, this one with that one, just as iron does not mix with earthenware.
2:44
καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας
當那些王的時候,天上的神必立另一國,存到萬代,永不毀壞;這國絕不容別的民族存留,卻要擊打、除滅這些國,它自己必存立到永遠。 當那些王的日子,天上的神必興起一國,存到萬代,永不毀壞;他的國也不歸與別民,卻要打碎、簸揚一切的國,它自己必存立到萬代。
And in the times of those kings the God of heaven shall set up another kingdom, which shall be for ever and shall not be corrupted; and this kingdom shall by no means allow another nation, but shall strike and wipe out these kingdoms, and it shall stand for ever. And in the days of those kings the God of heaven shall raise up a kingdom which shall never be destroyed; and his kingdom shall not be left to another people. It shall crush and winnow away all the kingdoms, and it shall stand for ever.
2:45
καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν καὶ ἀκριβὲς τὸ ὅραμα καὶ πιστὴ ἡ τούτου κρίσις ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον τὸν χαλκόν τὸν ἄργυρον τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ
正如你看見有一塊石頭非人手從山中鑿出,把瓦、鐵、銅、銀、金都打碎了;至大的神已將末後的日子必有的事指示給王。這異象是確實的,它的解釋也是可信的。 正如你看見有一塊石頭非人手從山中鑿出,把瓦、鐵、銅、銀、金都碾碎了;至大的神已將此後必有的事告訴了王。這夢是真的,夢的解釋也是可信的。
Just as you saw a stone cut from a mountain without hands, and it threshed to pieces the earthenware, the iron, the bronze, the silver and the gold: the great God has signified to the king the things that shall be in the last of the days. The vision is exact, and the interpretation of it is trustworthy. In the manner that you saw that a stone was cut from a mountain without hands, and it crushed the earthenware, the iron, the bronze, the silver, the gold: the great God has made known to the king what must come to pass after these things. The dream is true, and its interpretation trustworthy.
2:46
τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ Δανιηλ καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ
那時,尼布甲尼撒王俯伏在地,向但以理下拜,又吩咐人給他獻祭和奠酒。 那時,尼布甲尼撒王俯伏在地,向但以理下拜,又吩咐人給他澆奠素祭和馨香之物。
Then Nabouchodonosor the king fell upon his face to the ground and did obeisance to Daniel, and he gave orders that sacrifices and drink offerings be made to him. Then king Nabouchodonosor fell upon his face and did obeisance to Daniel, and he said that a grain offering and fragrant offerings should be poured out to him.
2:47
καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν ἐπ’ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιηλ ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο
王就向但以理高聲說:「你們的神實在是萬神之神、萬王之主,是惟一顯明隱藏之奧祕的,因為你能說明這奧祕。」 王回答但以理說:「你們的神實在是萬神之神、萬王之主,又是顯明奧祕的,因為你能顯明這奧祕。」
And the king called out to Daniel and said: 'Truly your God is God of gods and Lord of kings, the one who alone discloses hidden mysteries, for you have been able to make this mystery plain.' And the king answered and said to Daniel: 'Truly your God, he himself is God of gods and Lord of kings, and one who reveals mysteries, for you have been able to reveal this mystery.'
2:48
τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ Δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος
那時,尼布甲尼撒王尊崇但以理,賜給他許多豐厚的禮物,派他管理巴比倫的政務,又立他作巴比倫一切智士的首領和統管的。 王尊崇但以理,賜給他許多豐厚的禮物,派他管理巴比倫全省,又立他作總督之首,管理巴比倫一切的哲士。
Then king Nabouchodonosor magnified Daniel, and gave him great and many gifts, and set him over the affairs of Babylonia, and appointed him ruler and leader of all the sages of Babylonia. And the king magnified Daniel and gave him great and many gifts, and set him over the whole province of Babylon, and made him chief of satraps over all the wise men of Babylon.
2:49
καὶ Δανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως
但以理求王派沙得拉、米煞、亞伯尼歌管理巴比倫的政務;但以理自己仍在王宮中。 但以理向王懇求,王就派沙得拉、米煞、亞伯尼歌管理巴比倫省的工務;但以理自己仍在王的宮廷中。
And Daniel requested of the king that Sedrach, Misach and Abdenago be appointed over the affairs of Babylonia; and Daniel was in the royal court. And Daniel made request of the king, and he set Sedrach, Misach and Abdenago over the works of the province of Babylon; and Daniel was in the king's court.
← 第 1 章第 3 章 →
123456789101112

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。