📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 士師記

True

士師記 第 11 章

希臘文原文.40 節.部分字詞可點開查義

← 第 10 章第 12 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
11:1
καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τῷ Γαλααδ τὸν Ιεφθαε καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε
基列人耶弗他在軍力上被高舉;他是一個妓女的兒子,那婦人給基列生了耶弗他。
And Iephthae the Galaadite was exalted in power; and he was the son of a prostitute woman, who bore Iephthae to Galaad.
11:2
καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπαν αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ
基列的妻子也給他生了幾個兒子;那婦人的兒子長大了,就把耶弗他趕出去,對他說:你不可在我們父家承受產業,因為你是妓女的兒子。
And the wife of Galaad bore him sons; and the sons of the wife grew up and drove out Iephthae and said to him: You shall not inherit in the house of our father, because you are the son of a courtesan woman.
11:3
καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ’ αὐτοῦ καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ’ αὐτοῦ
耶弗他就從他弟兄面前逃跑,住在陀伯地;有些空閒的人聚集到耶弗他那裡,與他一同出去。
And Iephthae fled from before his brothers and dwelt in the land of Tob; and empty men gathered themselves to Iephthae, and they went out with him.
11:4
καὶ ἐγένετο μεθ’ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ
過了些日子,亞捫人與以色列爭戰。
And it came to pass after some days that the sons of Ammon made war with Israel.
11:5
καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβεῖν τὸν Ιεφθαε ἀπὸ τῆς γῆς Τωβ καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ
亞捫人與以色列擺陣的時候,基列的長老就去,要從陀伯地把耶弗他請來。
And it came to pass, when the sons of Ammon arrayed themselves in battle with Israel, that the elders of Galaad went to take Iephthae from the land of Tob.
11:6
καὶ εἶπαν τῷ Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων καὶ εἶπαν πρὸς Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων
他們對耶弗他說:請你來作我們的元帥,我們好與亞捫人擺陣。
And they said to Iephthae: Come, and be for us a commander, and let us array ourselves in battle against the sons of Ammon.
11:7
καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ διὰ τί ἤλθατε πρός με νῦν ἡνίκα χρῄζετε καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ τί ὅτι ἤλθατε πρός με ἡνίκα ἐθλίβητε
耶弗他對基列的長老說:你們不是恨我、把我從我父家趕出去、打發我離開你們麼?如今你們有需要的時候,為甚麼到我這裡來呢?
And Iephthae said to the elders of Galaad: Did not you hate me and drive me out of my father's house and send me away from you? And why have you come to me now, when you are in need?
11:8
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε οὐχ οὕτως νῦν ἤλθομεν πρὸς σέ καὶ συμπορεύσῃ ἡμῖν καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ
基列的長老對耶弗他說:正因如此,我們現在轉回到你這裡來;你要與我們同去,與亞捫人擺陣爭戰,並要作我們的首領,作一切住在基列之人的首領。
And the elders of Galaad said to Iephthae: For this reason we have now turned back to you; and you shall go with us and draw up in battle against the sons of Ammon, and you shall be for us a ruler over all who dwell in Galaad.
11:9
καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν
耶弗他對基列的長老說:你們若領我回去,與亞捫人擺陣爭戰,主又將他們交在我面前,我就要作你們的首領。
And Iephthae said to the elders of Galaad: If you are bringing me back to draw up in battle against the sons of Ammon, and the Lord hands them over before me, then I shall be a ruler for you.
11:10
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν
基列的長老對耶弗他說:願主在我們中間作聽見的;我們必照你的話這樣去行。
And the elders of Galaad said to Iephthae: Let the Lord be the one hearing between us; surely we will do according to your word.
11:11
καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ κατέστησαν αὐτὸν ἐπ’ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφα
耶弗他就與基列的長老同去,百姓立他作他們的頭、作首領。耶弗他在米斯巴、在主面前,將他一切的話都陳明了。
And Iephthae went with the elders of Galaad, and the people set him over them as head and as leader; and Iephthae spoke all his words before the Lord in Massepha.
11:12
καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου
耶弗他差遣使者到亞捫人的王那裡,說:我與你有甚麼相干,你竟到我這裡來,要在我的地上爭戰呢?
And Iephthae sent messengers to the king of the sons of Ammon, saying: What is there between me and you, that you have come against me to do battle in my land?
11:13
καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ’ εἰρήνης
亞捫人的王對耶弗他的使者說:因為以色列從埃及上來的時候,奪了我的地,從亞嫩直到雅博,又直到約旦河。現在你要平平安安地將這些地歸還,我就離去。
And the king of the sons of Ammon said to the messengers of Iephthae: Because Israel took my land when he came up out of Egypt, from Arnon and as far as Iabok and as far as the Jordan. And now give them back in peace, and I will go away.
11:14
καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
耶弗他又再次差遣使者到亞捫人的王那裡,
And Iephthae once again sent messengers to the king of the sons of Ammon,
11:15
καὶ εἶπεν αὐτῷ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων λέγων τάδε λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
對他說:耶弗他這樣說,以色列並沒有奪取摩押地,也沒有奪取亞捫人的地;
and said to him: Thus says Iephthae: Israel did not take the land of Moab nor the land of the sons of Ammon;
11:16
ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σιφ καὶ ἦλθεν εἰς Καδης ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου ἀλλ’ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης
因為他們從埃及上來的時候,以色列行在曠野,直到西弗海,又來到加低斯。
for when they came up out of Egypt, Israel went through the wilderness as far as the sea of Siph, and came to Kades.
11:17
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι δὴ ἐν τῇ γῇ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι διὰ τῆς γῆς σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ ἠθέλησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης
以色列差遣使者去見以東王,說:求你容我從你的地經過。以東王卻不聽。以色列又差人去見摩押王,摩押王也不願意;以色列就住在加低斯。
And Israel sent messengers to the king of Edom, saying: Let me pass through your land. But the king of Edom did not listen. And he sent also to the king of Moab, and he was not willing; and Israel settled in Kades.
11:18
καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ’ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ ὅτι Αρνων ἦν ὅριον Μωαβ
他就行在曠野,繞過以東地和摩押地,從日出之地來到摩押地,他們在亞嫩河那邊安營。他並沒有進入摩押的境內,因為亞嫩是摩押的邊界。
And he went through the wilderness and went around the land of Edom and the land of Moab, and came from the rising of the sun to the land of Moab, and they encamped beyond Arnon. And he did not enter into the territory of Moab, for Arnon was the boundary of Moab.
11:19
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα τοῦ Αμορραίου βασιλέα Εσεβων καὶ εἶπεν αὐτῷ Ισραηλ παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ εἶπεν αὐτῷ Ισραηλ παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου
以色列差遣使者去見亞摩利人的王西宏,就是希實本王。以色列對他說:求你容我們從你的地經過,到我們自己的地方去。
And Israel sent messengers to Seon king of the Amorite, king of Esebon. And Israel said to him: Let us pass through your land as far as our own place.
11:20
καὶ οὐκ ἐνεπίστευσεν Σηων τῷ Ισραηλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ καὶ συνῆξεν Σηων τὸν πάντα λαὸν αὐτοῦ καὶ παρενέβαλον εἰς Ιασα καὶ παρετάξατο πρὸς Ισραηλ καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ
西宏卻不信任以色列,不容他從自己的境內經過。西宏聚集他的眾民,在雅雜安營,與以色列擺陣爭戰。
But Seon did not trust Israel to pass through his territory; and Seon gathered all his people, and they encamped at Iasa, and he drew up in battle against Israel.
11:21
καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πᾶσαν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτούς καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ
主以色列的神將西宏和他的眾民都交在以色列手中,以色列擊殺了他,就得了亞摩利人的全地為業,就是住在那地的亞摩利人之地。
And the Lord, the God of Israel, gave Seon and all his people into the hand of Israel, and he struck him down; and Israel inherited all the land of the Amorite who dwelt in that land.
11:22
ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ιορδάνου καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου
從亞嫩直到雅博,又從曠野直到約旦河。
from Arnon and as far as the Iabok, and from the wilderness as far as the Jordan.
11:23
καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ
現在主以色列的神既從他的百姓以色列面前除掉了亞摩利人,你還要承受他的地為業嗎?
And now the Lord, the God of Israel, has removed the Amorite from before his people Israel; and will you inherit him?
11:24
οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας οὓς ἐξῆρεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτοὺς κληρονομήσομεν οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ πάντα ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτὰ κληρονομήσομεν
你的神基抹所使你承受的,你豈不承受嗎?凡主我們的神從我們面前除掉的,我們也都要承受。
Will you not inherit whatever Chamos your god gives you to inherit? And all those whom the Lord our God has removed from before us, them we will inherit.
11:25
καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπφωρ βασιλέως Μωαβ μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς
現在你在善上豈比西撥的兒子、摩押王巴勒更善嗎?他何曾與以色列相爭?何曾與他交戰呢?
And now, are you in goodness any better than Balak son of Sepphor, king of Moab? Did he ever contend with Israel, or did he ever wage war against him?
11:26
ἐν τῷ οἰκῆσαι ἐν Εσεβων καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Αροηρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ
他們住在希實本和屬希實本的境內,住在亞羅珥地和屬它的境內,並約旦河邊的一切城邑,共三百年;在那時候你為甚麼不把它們奪回呢?
While they dwelt in Esebon and in its territories, and in the land of Aroer and in its territories, and in all the cities beside the Jordan, three hundred years; and why did you not rescue them at that time?
11:27
καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων
現在我並沒有得罪你,你卻惡待我,要與我爭戰。願主,就是那審判的,今日在以色列人和亞捫人中間施行審判。
And now I myself have not sinned against you, yet you are doing me evil by making battle against me. May the Lord, the one who judges, judge this day between the sons of Israel and the sons of Ammon.
11:28
καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Αμμων τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν
亞捫人的王卻不聽耶弗他差人對他所說的話。
But the king of the sons of Ammon did not listen to the words of Iephthae which he had sent to him.
11:29
καὶ ἐγένετο ἐπὶ Ιεφθαε πνεῦμα κυρίου καὶ παρῆλθεν τὸν Γαλααδ καὶ τὸν Μανασση καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνεῦμα κυρίου καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων
主的靈降在耶弗他身上,他就經過基列和瑪拿西,又經過基列的守望樓,到亞捫人那一邊去。
And the spirit of the Lord came upon Iephthae, and he passed through Galaad and Manasse, and he passed by the watchtower of Galaad to the far side of the sons of Ammon.
11:30
καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Αμμων ἐν τῇ χειρί μου καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου
耶弗他向主許願說:你若果真將亞捫人交在我手中,
And Iephthae vowed a vow to the Lord and said: If you indeed give the sons of Ammon into my hand,
11:31
καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Αμμων καὶ ἔσται τῷ κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων καὶ ἔσται τῷ κυρίῳ καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα
那出來的,凡從我家門出來迎接我的,就是我從亞捫人那裡平平安安回來的時候出來的,他必歸給主,我要將他獻上為燔祭。
then the one coming out, whoever comes out from the door of my house to meet me when I return in peace from the sons of Ammon, he shall belong to the Lord, and I will offer him up as a whole burnt offering.
11:32
καὶ παρῆλθεν Ιεφθαε πρὸς υἱοὺς Αμμων παρατάξασθαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ
於是耶弗他過去到亞捫人那裡,與他們擺陣爭戰,主就將他們交在他手中。
And Iephthae crossed over to the sons of Ammon to draw up in battle against them, and the Lord gave them into his hand.
11:33
καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ
他大大擊殺他們,從亞羅珥直到亞嫩,共二十座城,又直到以伯勒迦珥憫。亞捫人就在以色列人面前被制伏了。
And he struck them from Aroer until one comes as far as Arnon, twenty cities in number, and as far as Ebelcharmin, with a very great blow; and the sons of Ammon were brought low before the sons of Israel.
11:34
καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ
耶弗他回米斯巴,到了自己的家。看哪,他的女兒打鼓跳舞出來迎接他。她是獨生的,此外他沒有別的兒女。
And Iephthae came to Massepha, to his house, and behold, his daughter was coming out to meet him with timbrels and dances. And she was an only child; he had no other son or daughter.
11:35
καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ἆ ἆ θυγάτηρ μου ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν οἴμμοι θύγατέρ μου ἐμπεποδοστάτηκάς με εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι
他一看見她,就撕裂自己的衣服,說:唉,唉,我的女兒啊,你真是使我愁煩,你自己也在我的愁煩之中。我已經向主開口攻擊你,不能挽回了。
And it came about that when he saw her, he tore his garments and said: Ah, ah, my daughter! You have troubled me greatly, and you yourself are in my trouble; for I have opened my mouth against you to the Lord, and I shall not be able to turn back.
11:36
ἡ δὲ εἶπεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Αμμων καὶ εἶπεν πρὸς αὐτόν πάτερ μου εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου ἀνθ’ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων
她對他說:父親啊,你既向主開了口,就照你口中所出的話向我行吧,因為主已經為你向你的仇敵亞捫人報了仇。
And she said to him: Father, you have opened your mouth to the Lord; do to me according to the manner in which it came out of your mouth, since the Lord has worked vengeance for you on your enemies, on the sons of Ammon.
11:37
καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου
她又對她父親說:願我父親為我成就這一句話:容我去兩個月,我要下到山上,和我的女伴為我的童貞哀哭。
And she said to her father: Let my father please do this word for me: leave me for two months, and I will go and go down upon the mountains and weep over my virginity, I myself and my companions.
11:38
καὶ εἶπεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη καὶ εἶπεν πορεύου καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη
他說:你去吧。就打發她去兩個月。她和她的女伴就去了,在山上為她的童貞哀哭。
And he said: Go. And he sent her away for two months. And she went, she and her companions, and she wept over her virginity upon the mountains.
11:39
καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ
兩個月滿了,她回到她父親那裡,父親就照所許的願向她行了;她未曾與男人親近。這事在以色列中成了定例:
And it came about at the end of the two months that she returned to her father, and he carried out on her his vow which he had vowed; and she had not known a man. And it became an ordinance in Israel:
11:40
ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ
年年到了日期,以色列的眾女子就去為基列人耶弗他的女兒哀哭,一年四天。
From days to days the daughters of Israel would go to lament the daughter of Iephthae of Galaad, four days in the year.
← 第 10 章第 12 章 →
123456789101112131415161718192021

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。