📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 士師記

True

士師記 第 1 章

希臘文原文.36 節.部分字詞可點開查義

第 2 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
1:1
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ
約書亞死了以後,以色列人藉著主求問說:「我們中間誰要上去攻打迦南人,率領我們與他們爭戰呢?」
And it came to pass after the death of Joshua that the sons of Israel enquired through the Lord, saying, Who shall go up for us against the Chananites, leading the way, to fight against them?
1:2
καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χειρὶ αὐτοῦ καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ
主說:「猶大要上去。看哪,我已把那地交在他手中。」
And the Lord said, Judah shall go up; behold, I have given the land into his hand.
1:3
καὶ εἶπεν Ιουδας τῷ Συμεων ἀδελφῷ αὐτοῦ ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων
猶大對他的兄弟西緬說:「你同我上去,到我抽籤所得之地,我們一同擺陣攻打迦南人;我也必同你上去,到你抽籤所得之地。」於是西緬與他同去。
And Judah said to Symeon his brother, Go up with me into my allotment, and let us set ourselves in array against the Chananites; and I also will go with you into your allotment. And Symeon went with him.
1:4
καὶ ἀνέβη Ιουδας καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζεκ εἰς δέκα χιλιάδας ἀνδρῶν καὶ ἀνέβη Ιουδας καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ δέκα χιλιάδας ἀνδρῶν
猶大就上去,主將迦南人和比利洗人交在他們手中;他們在比色擊殺了他們,約有一萬人。
And Judah went up, and the Lord delivered the Chananite and the Pherezite into their hands; and they cut them down in Bezek, to the number of ten thousand men.
1:5
καὶ κατέλαβον τὸν Αδωνιβεζεκ ἐν τῇ Βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον
他們在比色遇見亞多尼比色,就與他擺陣交戰,擊殺了迦南人和比利洗人。
And they came upon Adonibezek in Bezek, and set themselves in array against him, and they cut down the Chananite and the Pherezite.
1:6
καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ
亞多尼比色逃跑,他們追趕他,捉住了他,砍去他手的末端和腳的末端。
And Adonibezek fled, and they ran after him and caught him, and cut off the extremities of his hands and the extremities of his feet.
1:7
καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ
亞多尼比色說:「從前有七十個王,手的末端和腳的末端都被砍去,在我桌子底下拾取零碎。我怎樣行,神也怎樣報應了我。」他們把他帶到耶路撒冷,他就死在那裡。
And Adonibezek said, Seventy kings, with the extremities of their hands and the extremities of their feet cut off, used to gather up what was under my table; as therefore I did, so God has repaid me. And they bring him to Jerusalem, and he died there.
1:8
καὶ ἐπολέμουν οἱ υἱοὶ Ιουδα τὴν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί
猶大人攻打耶路撒冷,佔領了那城,用刀口擊殺城中的人,又放火燒了那城。
And the sons of Judah were fighting against Jerusalem, and they took it, and struck it with the edge of the sword, and burned the city with fire.
1:9
καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν
此後猶大人下去,要攻打住在山地、南地和低地的迦南人。
And after these things the sons of Judah went down to fight against the Chananite who dwelt in the hill country and the south and the lowland.
1:10
καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἦν Χεβρων τὸ πρότερον Καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν Σεσσι καὶ Αχινααν καὶ Θολμιν γεννήματα τοῦ Ενακ καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι γεννήματα τοῦ Ενακ
猶大去攻擊住希伯崙的迦南人,希伯崙出來迎戰。希伯崙從前名叫基列亞巴西弗。他們擊殺了以納的後裔塞西、亞希拿安和陀勒明。
And Judah went against the Chananite who dwelt in Chebron; and Chebron came out to meet them. Now the name of Chebron was formerly Kariatharboxepher. And they struck Sessi and Achinaan and Tholmin, the offspring of Enak.
1:11
καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα τῆς Δαβιρ ἦν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων
他們從那裡上去,攻擊住底璧的人。底璧從前名叫基列西法,就是「文書之城」。
And they went up from there against the inhabitants of Dabir; and the name of Dabir was formerly Kariathsophar, the City of Letters.
1:12
καὶ εἶπεν Χαλεβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχα θυγατέρα μου εἰς γυναῖκα καὶ εἶπεν Χαλεβ ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα
迦勒說:「誰攻打文書之城,先奪取了它,我就把我的女兒押撒給他為妻。」
And Chaleb said, Whoever strikes the City of Letters and first takes it, to him I will give Ascha my daughter as a wife.
1:13
καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφοῦ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα
迦勒的兄弟基納斯的兒子俄陀聶,就是那年幼的,先奪取了那城;迦勒就把他的女兒押撒給他為妻。
And Gothoniel, son of Kenez the brother of Chaleb, the younger, took it first; and Chaleb gave him Ascha his daughter as a wife.
1:14
καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιηλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι
她過門的時候,俄陀聶慫恿她向她父親求一塊田。她就發怨言,從驢上呼叫說:「你把我打發到南地去了。」迦勒對她說:「你有甚麼事呢?」
And it came to pass at her coming in that Gothoniel urged her to ask of her father a field; and she murmured and cried out from off the donkey, You have given me away into a south land. And Chaleb said to her, What is it with you?
1:15
καὶ εἶπεν αὐτῷ Ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν καὶ εἶπεν αὐτῷ Ασχα δός μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν
押撒對他說:「求你賜我福分,因為你把我打發到南地去了;也求你把水的贖價給我。」迦勒就照她的心意,把高處的贖價和低處的贖價都給了她。
And Ascha said to him, Give me, I pray, a blessing, for you have given me away into a south land; and you shall give me a redemption of water. And Chaleb gave her according to her heart the redemption of the upper places and the redemption of the lower.
1:16
καὶ οἱ υἱοὶ Ιοθορ τοῦ Κιναιου τοῦ γαμβροῦ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως Αραδ καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ
摩西的岳父,基尼人葉忒羅的子孫,同猶大人從棕樹城上去,到猶大南邊的曠野,就是亞拉得下坡的那地;他們就與那民同住。
And the sons of Iothor the Kenite, the father-in-law of Moses, went up from the city of palms with the sons of Judah into the wilderness that is in the south of Judah, which is at the descent of Arad; and they settled with the people.
1:17
καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις
猶大和他的兄弟西緬同去,擊殺了住西弗的迦南人,將他們滅絕淨盡;他給那城起名叫「當滅之物」。
And Judah went with Symeon his brother, and he cut down the Chananite who dwelt in Sephek, and they utterly destroyed them; and he called the name of the city Anathema, that is, a Thing Devoted to Destruction.
1:18
καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν Ἀσκαλῶνα οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν Ακκαρων οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς
猶大卻沒有得著迦薩和它的四境為業,沒有得著亞實基倫和它的四境,沒有得著以革倫和它的四境,也沒有得著亞鎖都和它周圍的郊野。
And Judah did not inherit Gaza nor its borders, nor Ascalon nor its borders, nor Akkaron nor its borders, nor Azotus nor its surrounding lands.
1:19
καὶ ἦν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτοῖς καὶ ἦν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτήν
主與猶大同在,猶大就得了那山地為業;因為他們不能滅絕住平原的人,乃因利甲吩咐了他們。
And the Lord was with Judah, and he inherited the hill country; for they were not able to destroy utterly the inhabitants of the valley, because Rechab gave charge to them.
1:20
καὶ ἔδωκαν τῷ Χαλεβ τὴν Χεβρων καθὼς ἐλάλησεν Μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ενακ καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων καθὰ ἐλάλησεν Μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ
他們照摩西所說的,把希伯崙給了迦勒;迦勒就從那裡得了以納子孫的三座城為業。
And they gave Chebron to Chaleb, as Moses had spoken; and he inherited from there the three cities of the sons of Enak.
1:21
καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμιν καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ταύτης καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης
至於住耶路撒冷的耶布斯人,便雅憫人沒有得他們的地為業;耶布斯人仍在耶路撒冷與便雅憫人同住,直到今日。
And the sons of Benjamin did not take possession of the Iebousite who dwelt in Jerusalem; and the Iebousite dwelt with the sons of Benjamin in Jerusalem until this day.
1:22
καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ κύριος ἦν μετ’ αὐτῶν καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ’ αὐτῶν
約瑟的子孫也上伯特利去,主與他們同在。
And the sons of Joseph, they also went up to Baithel, and the Lord was with them.
1:23
καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν Λουζα καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα
他們安營,窺探伯特利。他們那城從前名叫路斯。
And they encamped and spied out Baithel; and the name of their city was formerly Louza.
1:24
καὶ εἶδον οἱ φυλάσσοντες καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος
守望的人觀看,看哪,有一個人從城裡出來。他們就拿住他,對他說:「求你把進城的路指示我們,我們必以慈愛待你。」
And the watchers looked, and behold, a man was coming out of the city; and they took him and said to him, Show us the entrance of the city, and we will deal mercifully with you.
1:25
καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν
他就把進城的路指示了他們。他們用刀口擊殺那城,卻放走了那人和他的親族。
And he showed them the entrance of the city; and they struck the city with the edge of the sword, but the man and his kindred they let go.
1:26
καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττιιν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης
那人往赫人之地去,在那裡建造一座城,給它起名叫路斯;直到今日那城仍叫這名。
And the man went into the land of the Chettiin, and built a city there, and called its name Louza; this is its name until this day.
1:27
καὶ οὐκ ἐξῆρεν Μανασση τὴν Βαιθσαν ἥ ἐστιν Σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανακ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὸν κατοικοῦντα Βαλακ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Μαγεδω οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν ἥ ἐστιν Σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
瑪拿西沒有除滅伯善,就是西古提人的城,也沒有除滅屬它的鄉鎮和它四圍的村落,沒有除滅他納和屬它的鄉鎮,沒有除滅多珥的居民和屬它的鄉鎮,沒有除滅住巴拉的人和它四圍的村落並屬它的鄉鎮,沒有除滅米吉多的居民和它四圍的村落並屬它的鄉鎮,也沒有除滅以伯蓮的居民和它四圍的村落並屬它的鄉鎮;迦南人就在這地住了下來。
And Manasseh did not remove Baithsan, which is the city of the Scythians, nor its daughter-towns, nor its surrounding villages, nor Thanak nor its daughter-towns, nor the inhabitants of Dor nor its daughter-towns, nor the inhabitant of Balak nor its surrounding villages nor its daughter-towns, nor the inhabitants of Magedo nor its surrounding villages nor its daughter-towns, nor the inhabitants of Ieblaam nor its surrounding villages nor its daughter-towns; and the Chananite began to dwell in this land.
1:28
καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἐποίησεν τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν
到以色列強盛的時候,就使迦南人服苦役;卻總沒有把他們除滅。
And it came to pass, when Israel grew strong, that he put the Chananite to forced labour; but removing he did not remove him.
1:29
καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον
以法蓮沒有除滅住基色的迦南人;迦南人仍住在基色,在以法蓮中間,並且服了苦役。
And Ephraim did not remove the Chananite who dwelt in Gazer; and the Chananite dwelt in his midst in Gazer, and became subject to forced labour.
1:30
καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων οὐδὲ τοὺς κατοικοῦντας Δωμανα καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον
西布倫沒有除滅住基倫的人,也沒有除滅住多瑪拿的人;迦南人仍住在他們中間,並且向他服了苦役。
And Zaboulon did not remove the inhabitants of Kedron, nor the inhabitants of Domana; and the Chananite dwelt in their midst and became subject to him for forced labour.
1:31
καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Ασχαζι καὶ τὸν Χελβα καὶ τὸν Ναϊ καὶ τὸν Ερεω καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ
亞設沒有除滅住亞柯的人,亞柯就向他服了苦役;也沒有除滅住多珥的、住西頓的、住亞拉弗的,並亞革悉、黑巴、拿伊、以利歐。
And Aser did not remove the inhabitants of Akcho, and it became subject to him for forced labour; nor the inhabitants of Dor, nor the inhabitants of Sidon, nor the inhabitants of Aalaph, nor Aschazi, nor Chelba, nor Nai, nor Ereo.
1:32
καὶ κατῴκησεν ὁ Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν
亞設就住在那地的居民迦南人中間,因為不能把他們除滅。
And Aser dwelt in the midst of the Chananite who inhabited the land, because he was not able to remove him.
1:33
καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς καὶ τοὺς κατοικοῦντας Βαιθαναθ καὶ κατῴκησεν Νεφθαλι ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγένοντο αὐτοῖς εἰς φόρον καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον
拿弗他利沒有除滅住伯示麥的人,也沒有除滅住伯亞納的人;拿弗他利就住在那地的居民迦南人中間。至於住伯示麥和伯以尼的人,都向他們服了苦役。
And Nephthali did not remove the inhabitants of Baithsamys, nor the inhabitants of Baithanath; and Nephthali dwelt in the midst of the Chananite who inhabited the land; but the inhabitants of Baithsamys and Baitheneth became subject to them for forced labour.
1:34
καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα
亞摩利人把但人逼進山地,不容他們下到平原。
And the Amorite pressed the sons of Dan into the hill country, for they did not allow him to come down into the valley.
1:35
καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον καὶ ἐγένετο εἰς φόρον
亞摩利人起初住在瓦礫山,就是有熊、有狐狸的桃金孃之地,又住在他拉賓。後來約瑟家的手重重壓在亞摩利人身上,他們就服了苦役。
And the Amorite began to dwell in the potsherd mountain, where the bears are and where the foxes are, in Myrsinon and in Thalabin; and the hand of the house of Joseph grew heavy upon the Amorite, and he became subject to them for forced labour.
1:36
καὶ τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ τῆς ἀναβάσεως Ακραβιν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω
亞摩利人的境界是從亞克拉濱的上坡,從磐石往上。
And the border of the Amorite was from the ascent of Akrabin, from the Rock and upward.
第 2 章 →
123456789101112131415161718192021

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。