← 回書卷目次 · 七十士譯本 › 士師記
True
士師記 第 12 章 希臘文原文.15 節.部分字詞可點開查義
← 第 11 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 13 章 → 📖 這一章另有 3 種原文 ——
並排對照 (希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
⏮ ▶ 播放整章 原文誦讀(本站合成語音) –:–– 速度0.75× 1× 1.25× 1.5× 下載 mp3 12:1▷ ⧉ ⤴︎
καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί
以法蓮人呼喊起來,往北方過去,對耶弗他說:你為甚麼過去與亞捫人爭戰,卻沒有召我們與你同去呢?我們必用火將你的房屋連你一同焚燒。
And the men of Ephraim cried out and crossed over to the north, and they said to Iephthae: Why did you cross over to do battle against the sons of Ammon and have not called us to go with you? We will burn your house upon you with fire.
12:2▷ ⧉ ⤴︎
καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα καὶ ἐβόησα πρὸς ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
耶弗他對他們說:我是個爭戰的人,我和我的百姓與亞捫人激烈相爭;我向你們呼求,你們卻沒有救我脫離他們的手。
And Iephthae said to them: I was a man of war, I and my people, and the sons of Ammon exceedingly so; and I called out to you, and you did not save me out of their hand.
12:3▷ ⧉ ⤴︎
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί
我見你不是拯救者,就把我的性命放在自己手中,過去到亞捫人那裡,主便將他們交在我手中。你們今日為甚麼上到我這裡來,要與我爭戰呢?
And I saw that you were no savior, and I put my life in my own hand and crossed over to the sons of Ammon, and the Lord gave them into my hand. So for what reason have you come up against me on this day to do battle with me?
12:4▷ ⧉ ⤴︎
καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση
耶弗他就招聚基列的眾人,與以法蓮擺陣爭戰。基列人擊殺以法蓮人,因為以法蓮逃脫的人曾說:你們基列人不過是在以法蓮和瑪拿西中間的人。
And Iephthae gathered together all the men of Galaad and drew up in battle against Ephraim; and the men of Galaad struck Ephraim, because those of Ephraim who had escaped said: You of Galaad are in the midst of Ephraim and in the midst of Manasse.
12:5▷ ⧉ ⤴︎
καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἶ καὶ εἶπεν οὔ καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ καὶ εἶπαν οὔκ ἐσμεν
基列人先佔據了屬以法蓮的約旦河渡口。以法蓮逃脫的人對他們說:讓我們過去吧。基列人對他們說:你是以法蓮人嗎?他說:不是。
And Galaad seized beforehand the fords of the Jordan belonging to Ephraim; and those of Ephraim who had escaped said to them: Let us cross over. And the men of Galaad said to them: Are you an Ephrathite? And he said: No.
12:6▷ ⧉ ⤴︎
καὶ εἶπαν αὐτῷ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες καὶ εἶπαν αὐτοῖς εἴπατε δὴ σύνθημα καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες
他們就對他說:你說「穗子」。他卻不能照樣說得準;他們便拿住他,在約旦河的渡口把他宰了。那時以法蓮人倒下的有四萬二千。
And they said to him: Say now, ear of grain. And he could not manage to say it so; and they seized him and slaughtered him at the fords of the Jordan. And at that time there fell from Ephraim forty-two thousand.
12:7▷ ⧉ ⤴︎
καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ
耶弗他作以色列的士師六十年。基列人耶弗他死了,葬在基列他自己的城裡。
And Iephthae judged Israel sixty years. And Iephthae the Galaadite died and was buried in his city in Galaad.
12:8▷ ⧉ ⤴︎
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ
在他以後,有伯利恆人亞拜珊作以色列的士師。
And after him Abaisan from Baithleem judged Israel.
12:9▷ ⧉ ⤴︎
καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
他有三十個兒子、三十個女兒;女兒都打發到外面去,又從外面領了三十個女子來給他的兒子。他作以色列的士師七年。
And he had thirty sons and thirty daughters whom he sent away outside, and he brought in thirty daughters from outside for his sons. And he judged Israel seven years.
12:10▷ ⧉ ⤴︎
καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ
亞拜珊死了,葬在伯利恆。
And Abaisan died and was buried in Baithleem.
12:11▷ ⧉ ⤴︎
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη
在他以後,有西布倫人艾倫作以色列的士師十年。
And after him Ailom the Zaboulonite judged Israel ten years.
12:12▷ ⧉ ⤴︎
καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων
西布倫人艾倫死了,葬在西布倫地的艾倫。
And Ailom the Zaboulonite died and was buried in Ailom in the land of Zaboulon.
12:13▷ ⧉ ⤴︎
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης
在他以後,有法拉頓人以勒的兒子押頓作以色列的士師。
And after him Abdon son of Ellel the Pharathonite judged Israel.
12:14▷ ⧉ ⤴︎
καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
他有四十個兒子、三十個孫子,騎著七十匹驢駒。他作以色列的士師八年。
And he had forty sons and thirty sons of his sons, riding on seventy colts. And he judged Israel eight years.
12:15▷ ⧉ ⤴︎
καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γῇ Εφραιμ ἐν ὄρει τοῦ Αμαληκ καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ
法拉頓人以勒的兒子押頓死了,葬在以法蓮地的法拉頓,在亞瑪力的山地。
And Abdon son of Ellel the Pharathonite died and was buried in Pharathom in the land of Ephraim, in the hill country of Amalek.
← 第 11 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 13 章 → 新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱