📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 耶利米哀歌

耶利米哀歌 第 2 章

希臘文原文.22 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
2:1
πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ
主何竟發怒,使黑雲遮蔽錫安城! 他將以色列的華美從天扔在地上; 在他發怒的日子並不記念自己的腳凳。
How has the Lord covered the daughter of Zion with a cloud in his anger! He has cast the beauty of Israel down from heaven to the earth, and hasn’t remembered his footstool in the day of his anger.
2:2
κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα ἐκόλλησεν εἰς τὴν γῆν ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς
主吞滅雅各一切的住處,並不顧惜。 他發怒傾覆猶大民的保障, 使這保障坍倒在地; 他辱沒這國和其中的首領。
The Lord has swallowed up all the dwellings of Jacob without pity. He has thrown down in his wrath the strongholds of the daughter of Judah. He has brought them down to the ground. He has profaned the kingdom and its princes.
2:3
συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλῳ
他發烈怒,把以色列的角全然砍斷, 在仇敵面前收回右手。 他像火焰四圍吞滅,將雅各燒毀。
He has cut off all the horn of Israel in fierce anger. He has drawn back his right hand from before the enemy. He has burned up Jacob like a flaming fire, which devours all around.
2:4
ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ
他張弓好像仇敵; 他站着舉起右手, 如同敵人將悅人眼目的,盡行殺戮。 在錫安百姓的帳棚上 倒出他的忿怒,像火一樣。
He has bent his bow like an enemy. He has stood with his right hand as an adversary. He has killed all that were pleasant to the eye. In the tent of the daughter of Zion, he has poured out his wrath like fire.
2:5
ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην
主如仇敵吞滅以色列和錫安的一切宮殿, 拆毀百姓的保障; 在猶大民中加增悲傷哭號。
The Lord has become as an enemy. He has swallowed up Israel. He has swallowed up all her palaces. He has destroyed his strongholds. He has multiplied mourning and lamentation in the daughter of Judah.
2:6
καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ διέφθειρεν ἑορτὴν αὐτοῦ ἐπελάθετο κύριος ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα
他強取自己的帳幕,好像是園中的窩棚, 毀壞他的聚會之處。 耶和華使聖節和安息日在錫安都被忘記, 又在怒氣的憤恨中藐視君王和祭司。
He has violently taken away his tabernacle, as if it were a garden. He has destroyed his place of assembly. Yahweh has caused solemn assembly and Sabbath to be forgotten in Zion. In the indignation of his anger, he has despised the king and the priest.
2:7
ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ ἀπετίναξεν ἁγίασμα αὐτοῦ συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς
耶和華丟棄自己的祭壇, 憎惡自己的聖所, 將宮殿的牆垣交付仇敵。 他們在耶和華的殿中喧嚷, 像在聖會之日一樣。
The Lord has cast off his altar. He has abhorred his sanctuary. He has given the walls of her palaces into the hand of the enemy. They have made a noise in Yahweh’s house, as in the day of a solemn assembly.
2:8
καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν
耶和華定意拆毀錫安的城牆; 他拉了準繩, 不將手收回,定要毀滅。 他使外郭和城牆都悲哀, 一同衰敗。
Yahweh has purposed to destroy the wall of the daughter of Zion. He has stretched out the line. He has not withdrawn his hand from destroying; He has made the rampart and wall lament. They languish together.
2:9
ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν οὐκ ἔστιν νόμος καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου
錫安的門都陷入地內; 主將她的門閂毀壞,折斷。 她的君王和首領落在沒有律法的列國中; 她的先知不得見耶和華的異象。
Her gates have sunk into the ground. He has destroyed and broken her bars. Her king and her princes are among the nations where the law is not. Yes, her prophets find no vision from Yahweh.
2:10
ἐκάθισαν εἰς τὴν γῆν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν περιεζώσαντο σάκκους κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ
錫安城的長老坐在地上默默無聲; 他們揚起塵土落在頭上,腰束麻布; 耶路撒冷的處女垂頭至地。
The elders of the daughter of Zion sit on the ground. They keep silence. They have cast up dust on their heads. They have clothed themselves with sackcloth. The virgins of Jerusalem hang down their heads to the ground.
2:11
ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου ἐταράχθη καρδία μου ἐξεχύθη εἰς γῆν δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως
我眼中流淚,以致失明; 我的心腸擾亂,肝膽塗地, 都因我眾民遭毀滅, 又因孩童和吃奶的在城內街上發昏。
My eyes fail with tears. My heart is troubled. My bile is poured on the earth, because of the destruction of the daughter of my people, because the young children and the infants swoon in the streets of the city.
2:12
ταῖς μητράσιν αὐτῶν εἶπαν ποῦ σῖτος καὶ οἶνος ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν
那時,他們在城內街上發昏,好像受傷的, 在母親的懷裏,將要喪命; 對母親說:穀、酒在哪裏呢?
They ask their mothers, “Where is grain and wine?” when they swoon as the wounded in the streets of the city, when their soul is poured out into their mothers’ bosom.
2:13
τί μαρτυρήσω σοι τί ὁμοιώσω σοι θύγατερ Ιερουσαλημ τίς σώσει σε καὶ παρακαλέσει σε παρθένος θύγατερ Σιων ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου τίς ἰάσεταί σε
耶路撒冷的民哪,我可用甚麼向你證明呢? 我可用甚麼與你相比呢? 錫安的民哪,我可拿甚麼和你比較,好安慰你呢? 因為你的裂口大如海, 誰能醫治你呢?
What shall I testify to you? What shall I liken to you, daughter of Jerusalem? What shall I compare to you, that I may comfort you, virgin daughter of Zion? For your breach is as big as the sea. Who can heal you?
2:14
προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα
你的先知為你見虛假和愚昧的異象, 並沒有顯露你的罪孽, 使你被擄的歸回; 卻為你見虛假的默示 和使你被趕出本境的緣故。
Your prophets have seen false and foolish visions for you. They have not uncovered your iniquity, to reverse your captivity, but have seen for you false revelations and causes of banishment.
2:15
ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ αὕτη πόλις ἣν ἐροῦσιν στέφανος δόξης εὐφροσύνη πάσης τῆς γῆς
凡過路的都向你拍掌。 他們向耶路撒冷城嗤笑,搖頭,說: 難道人所稱為全美的, 稱為全地所喜悅的,就是這城嗎?
All that pass by clap their hands at you. They hiss and wag their head at the daughter of Jerusalem, saying, “Is this the city that men called ‘The perfection of beauty, the joy of the whole earth’?”
2:16
διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας εἶπαν κατεπίομεν αὐτήν πλὴν αὕτη ἡμέρα ἣν προσεδοκῶμεν εὕρομεν αὐτήν εἴδομεν
你的仇敵都向你大大張口; 他們嗤笑,又切齒說: 我們吞滅她。 這真是我們所盼望的日子臨到了! 我們親眼看見了!
All your enemies have opened their mouth wide against you. They hiss and gnash their teeth. They say, “We have swallowed her up. Certainly this is the day that we looked for. We have found it. We have seen it.”
2:17
ἐποίησεν κύριος ἐνεθυμήθη συνετέλεσεν ῥήματα αὐτοῦ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων καθεῖλεν καὶ οὐκ ἐφείσατο καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν ὕψωσεν κέρας θλίβοντός σε
耶和華成就了他所定的, 應驗了他古時所命定的。 他傾覆了,並不顧惜, 使你的仇敵向你誇耀; 使你敵人的角也被高舉。
Yahweh has done that which he planned. He has fulfilled his word that he commanded in the days of old. He has thrown down, and has not pitied. He has caused the enemy to rejoice over you. He has exalted the horn of your adversaries.
2:18
ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δῷς ἔκνηψιν σεαυτῇ μὴ σιωπήσαιτο θύγατερ ὀφθαλμός σου
錫安民的心哀求主。 錫安的城牆啊,願你流淚如河, 晝夜不息; 願你眼中的瞳人淚流不止。
Their heart cried to the Lord. O wall of the daughter of Zion, let tears run down like a river day and night. Give yourself no relief. Don’t let your eyes rest.
2:19
ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων
夜間,每逢交更的時候要起來呼喊, 在主面前傾心如水。 你的孩童在各市口上受餓發昏; 你要為他們的性命向主舉手禱告。
Arise, cry out in the night, at the beginning of the watches! Pour out your heart like water before the face of the Lord. Lift up your hands toward him for the life of your young children, who faint for hunger at the head of every street.
2:20
ἰδέ κύριε καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν ἐπιφυλλίδα ἐποίησεν μάγειρος φονευθήσονται νήπια θηλάζοντα μαστούς ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην
耶和華啊,求你觀看! 見你向誰這樣行? 婦人豈可吃自己所生育手裏所搖弄的嬰孩嗎? 祭司和先知豈可在主的聖所中被殺戮嗎?
“Look, Yahweh, and see to whom you have done thus! Should the women eat their offspring, the children that they held and bounced on their knees? Should the priest and the prophet be killed in the sanctuary of the Lord?
2:21
ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας οὐκ ἐφείσω
少年人和老年人都在街上躺臥; 我的處女和壯丁都倒在刀下; 你發怒的日子殺死他們。 你殺了,並不顧惜。
“The youth and the old man lie on the ground in the streets. My virgins and my young men have fallen by the sword. You have killed them in the day of your anger. You have slaughtered, and not pitied.
2:22
ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας
你招聚四圍驚嚇我的, 像在大會的日子招聚人一樣。 耶和華發怒的日子, 無人逃脫,無人存留。 我所搖弄所養育的嬰孩, 仇敵都殺淨了。
“You have called, as in the day of a solemn assembly, my terrors on every side. There was no one that escaped or remained in the day of Yahweh’s anger. My enemy has consumed those whom I have cared for and brought up.
12345