📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 西番雅書

西番雅書 第 2 章

希臘文原文.15 節.部分字詞可點開查義

← 第 1 章第 3 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
2:1
συνάχθητε καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον
不知羞恥的國民哪,你們應當聚集! 趁命令沒有發出, 日子過去如風前的糠, 耶和華的烈怒未臨到你們, 他發怒的日子未到以先, 你們應當聚集前來。
Gather yourselves together, yes, gather together, you nation that has no shame,
2:2
πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ὀργὴν κυρίου πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ἡμέραν θυμοῦ κυρίου
不知羞恥的國民哪,你們應當聚集! 趁命令沒有發出, 日子過去如風前的糠, 耶和華的烈怒未臨到你們, 他發怒的日子未到以先, 你們應當聚集前來。
before the appointed time when the day passes as the chaff, before the fierce anger of Yahweh comes on you, before the day of Yahweh’s anger comes on you.
2:3
ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γῆς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου
世上遵守耶和華典章的謙卑人哪, 你們都當尋求耶和華! 當尋求公義謙卑, 或者在耶和華發怒的日子可以隱藏起來。
Seek Yahweh, all you humble of the land, who have kept his ordinances. Seek righteousness. Seek humility. It may be that you will be hidden in the day of Yahweh’s anger.
2:4
διότι Γάζα διηρπασμένη ἔσται καὶ Ἀσκαλὼν ἔσται εἰς ἀφανισμόν καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται καὶ Ακκαρων ἐκριζωθήσεται
迦薩必致見棄; 亞實基倫必然荒涼。 人在正午必趕出亞實突的民; 以革倫也被拔出根來。
For Gaza will be forsaken, and Ashkelon a desolation. They will drive out Ashdod at noonday, and Ekron will be rooted up.
2:5
οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης πάροικοι Κρητῶν λόγος κυρίου ἐφ’ ὑμᾶς Χανααν γῆ ἀλλοφύλων καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας
住沿海之地的基利提族有禍了! 迦南、非利士人之地啊,耶和華的話與你反對, 說:我必毀滅你,以致無人居住。
Woe to the inhabitants of the sea coast, the nation of the Cherethites! Yahweh’s word is against you, Canaan, the land of the Philistines. I will destroy you until there is no inhabitant.
2:6
καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων
沿海之地要變為草場, 其上有牧人的住處和羊群的圈。
The sea coast will be pastures, with cottages for shepherds and folds for flocks.
2:7
καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα ἐπ’ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν
這地必為猶大家剩下的人所得; 他們必在那裏牧放群羊, 晚上必躺臥在亞實基倫的房屋中; 因為耶和華-他們的上帝必眷顧他們, 使他們被擄的人歸回。
The coast will be for the remnant of the house of Judah. They will find pasture. In the houses of Ashkelon, they will lie down in the evening, for Yahweh, their God, will visit them and restore them.
2:8
ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου
我聽見摩押人的毀謗和亞捫人的辱罵, 就是毀謗我的百姓,自誇自大, 侵犯他們的境界。
I have heard the reproach of Moab and the insults of the children of Ammon, with which they have reproached my people and magnified themselves against their border.
2:9
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος τῶν δυνάμεων θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς
萬軍之耶和華-以色列的上帝說: 我指着我的永生起誓: 摩押必像所多瑪, 亞捫人必像蛾摩拉, 都變為刺草、鹽坑、永遠荒廢之地。 我百姓所剩下的必擄掠他們; 我國中所餘剩的必得着他們的地。
Therefore, as I live, says Yahweh of Armies, the God of Israel, surely Moab will be as Sodom, and the children of Ammon as Gomorrah, a possession of nettles and salt pits, and a perpetual desolation. The remnant of my people will plunder them, and the survivors of my nation will inherit them.
2:10
αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα
這事臨到他們是因他們驕傲,自誇自大, 毀謗萬軍之耶和華的百姓。
This they will have for their pride, because they have reproached and magnified themselves against the people of Yahweh of Armies.
2:11
ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν
耶和華必向他們顯可畏之威, 因他必叫世上的諸神瘦弱。 列國海島的居民各在自己的地方敬拜他。
Yahweh will be awesome to them, for he will famish all the gods of the land. Men will worship him, everyone from his place, even all the shores of the nations.
2:12
καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε
古實人哪,你們必被我的刀所殺。
You Cushites also, you will be killed by my sword.
2:13
καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον
耶和華必伸手攻擊北方,毀滅亞述, 使尼尼微荒涼,又乾旱如曠野。
He will stretch out his hand against the north, destroy Assyria, and will make Nineveh a desolation, as dry as the wilderness.
2:14
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς διότι κέδρος τὸ ἀνάστημα αὐτῆς
群畜,就是各國 的走獸必臥在其中; 鵜鶘和箭豬要宿在柱頂上。 在窗戶內有鳴叫的聲音; 門檻都必毀壞, 香柏木已經露出。
Herds will lie down in the middle of her, all kinds of animals. Both the pelican and the porcupine will lodge in its capitals. Their calls will echo through the windows. Desolation will be in the thresholds, for he has laid bare the cedar beams.
2:15
αὕτη πόλις φαυλίστρια κατοικοῦσα ἐπ’ ἐλπίδι λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς διαπορευόμενος δῑ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ
這是素來歡樂安然居住的城, 心裏說:惟有我,除我以外再沒有別的; 現在何竟荒涼成為野獸躺臥之處! 凡經過的人都必搖手嗤笑她。
This is the joyous city that lived carelessly, that said in her heart, “I am, and there is no one besides me.” How she has become a desolation, a place for animals to lie down in! Everyone who passes by her will hiss and shake their fists.
← 第 1 章第 3 章 →
123