詩篇 第 103 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的。我的魂哪,你要稱頌主;我裡面所有的,都要稱頌他的聖名。
103:1 τῷ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον καί πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ大衛的。我的魂哪,你要稱頌主;我裡面所有的,都要稱頌他的聖名。Of David. Bless the Lord, O my soul, and all that is within me, his holy name.
103:2 εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ我的魂哪,你要稱頌主,不可忘記他一切的賞賜。Bless the Lord, O my soul, and do not forget all his recompenses:
103:3 τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου τὸν ἰώμενον πάσας τὰς νόσους σου他寬恕你一切的不法,醫治你一切的疾病;who is gracious to all your lawless deeds, who heals all your diseases,
103:4 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς他救贖你的生命脫離敗壞,以憐憫和慈憐為你的冠冕;who redeems your life from corruption, who crowns you with mercy and compassions,
103:5 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου他用美物使你的心願滿足,以致你的青春得以更新,如同鷹的青春。who satisfies your desire with good things, so that your youth is renewed like the eagle's.
103:6 ποιῶν ἐλεημοσύνας ὁ κύριος καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις主施行憐憫的作為,為一切受欺壓的人施行公斷。The Lord performs acts of mercy, and judgement for all who are wronged.
103:7 ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ τοῖς υἱοῖς Ισραηλ τὰ θελήματα αὐτοῦ他使摩西知道他的道路,使以色列子孫知道他的心意。He made known his ways to Moses, his wishes to the sons of Israel.
103:8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος主有憐恤,有恩慈,不輕易發怒,且有豐盛的憐憫。The Lord is compassionate and merciful, long-suffering and abounding in mercy.
103:9 οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ他不長久發怒,也不永遠懷恨。He will not be angry to the end, nor will he keep wrath forever.
103:10 οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν他沒有按我們的罪待我們,也沒有照我們的不法報應我們。He has not dealt with us according to our sins, nor repaid us according to our lawless deeds.
103:11 ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν因為天離地何等的高,主向敬畏他之人所施的憐憫也何等的堅強。For as the height of heaven is from the earth, so the Lord has made strong his mercy upon those who fear him.
103:12 καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν東方離西方有多遠,他叫我們的不法離我們也有多遠。As far as the east is from the west, so far has he removed our lawless deeds from us.
103:13 καθὼς οἰκτίρει πατὴρ υἱούς οἰκτίρησεν κύριος τοὺς φοβουμένους αὐτόν父親怎樣憐恤兒子,主也怎樣憐恤了敬畏他的人。As a father has compassion on sons, so the Lord had compassion on those who fear him.
103:14 ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν μνήσθητι ὅτι χοῦς ἐσμεν因為他知道我們是怎樣造成的;求你記念我們不過是塵土。For he knew our frame; remember that we are dust.
103:15 ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει至於人,他的年日如草;他如同田野的花,照樣開放。As for man, his days are like grass; like a flower of the field, so he blossoms.
103:16 ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ因為風一吹過他,他就不存在了,他原來的地方也不再認得他。For a wind passed over him, and he shall be no more, and his place shall know him no longer.
103:17 τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν但主的憐憫從亙古到永遠,臨到敬畏他的人;他的公義也及於子子孫孫,But the mercy of the Lord is from everlasting to everlasting upon those who fear him, and his righteousness upon sons of sons,
103:18 τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς就是那些遵守他的約、記念他的誡命去遵行的人。to those who keep his covenant and remember his commandments to do them.
103:19 κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει主在天上預備了他的寶座,他的國統管萬有。The Lord has prepared his throne in heaven, and his kingdom rules over all.
103:20 εὐλογεῖτε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ他的眾天使啊,你們都要稱頌主;你們大有能力,遵行他的話,聽從他話語的聲音。Bless the Lord, all his angels, mighty in strength, who do his word, to hear the sound of his words.
103:21 εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ他的諸軍啊,你們都要稱頌主;你們是他的僕役,遵行他的旨意。Bless the Lord, all his hosts, his ministers who do his will.
103:22 εὐλογεῖτε τὸν κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν κύριον他所造的一切啊,在他權柄所及的各處,你們都要稱頌主。我的魂哪,你要稱頌主。Bless the Lord, all his works, in every place of his dominion. Bless the Lord, O my soul.