詩篇 第 35 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的詩。主啊,求你審判那些冤枉我的人,攻擊那些攻擊我的人。
35:1 τῷ Δαυιδ δίκασον κύριε τοὺς ἀδικοῦντάς με πολέμησον τοὺς πολεμοῦντάς με大衛的詩。主啊,求你審判那些冤枉我的人,攻擊那些攻擊我的人。Of David. Judge, O Lord, those who wrong me; fight against those who fight against me.
35:2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου求你拿起兵器和盾牌,起來幫助我。Take hold of weapon and shield, and rise up to help me.
35:3 ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με εἰπὸν τῇ ψυχῇ μου σωτηρία σου ἐγώ εἰμι求你拔出刀來,攔阻那些逼迫我的人;求你對我的魂說:我是你的拯救。Draw out the sword and block the way against those who pursue me; say to my soul, "I am your salvation."
35:4 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά願那尋索我性命的蒙羞受辱;願那圖謀害我的退後羞愧。Let those who seek my soul be shamed and disgraced; let those who devise evils against me be turned back and put to shame.
35:5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς願他們像風前的糠秕,有主的使者驅逼他們。Let them become like dust before the wind, with the angel of the Lord driving them.
35:6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς願他們的道路又黑暗又滑溜,有主的使者追趕他們。Let their way become darkness and slipperiness, with the angel of the Lord pursuing them.
35:7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν μάτην ὠνείδισαν τὴν ψυχήν μου因為他們無故為我暗藏他們網羅的敗壞,無故辱罵我的魂。For without cause they hid for me the destruction of their snare; in vain they reproached my soul.
35:8 ἐλθέτω αὐτοῖς παγίς ἣν οὐ γινώσκουσιν καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ願網羅臨到他們,是他們所不知道的;願他們暗設的羅網纏住他們,使他們落在其中。Let a snare come upon them which they do not know; and let the trap which they hid catch them; and let them fall in it, in the snare.
35:9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ我的魂卻要因主歡騰,因他的拯救而快樂。But my soul shall exult in the Lord; it shall delight in his salvation.
35:10 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν κύριε τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν我全身的骨頭都要說:主啊,誰能像你?你救困苦人脫離比他強壯之人的手,救困苦窮乏的人脫離搶奪他的人。All my bones shall say, "O Lord, who is like you? You rescue the poor from the hand of those stronger than he, and the poor and needy from those who plunder him."
35:11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με不義的見證人起來,盤問我他們所不知道的事。Unjust witnesses rose up; they questioned me about things they did not know.
35:12 ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου他們以惡報善,使我的魂喪失兒女。They repaid me evil for good, and childlessness to my soul.
35:13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται至於我,當他們攪擾我的時候,我就披上麻衣,禁食刻苦我的魂;我的禱告也要歸回我自己的懷中。But as for me, when they troubled me, I clothed myself with sackcloth and humbled my soul with fasting; and my prayer shall return into my own bosom.
35:14 ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην如同對鄰舍,如同對我們的弟兄,我這樣殷勤討好;我像哀悼、像愁容滿面的人一樣,這樣自卑。As to a neighbour, as to our brother, so I sought to please; as one mourning and downcast, so I humbled myself.
35:15 καὶ κατ’ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων διεσχίσθησαν καὶ οὐ κατενύγησαν他們卻因我而歡喜,聚集起來;鞭打聚集攻擊我,我卻不知道;他們分裂了,也不覺痛悔。But they rejoiced against me and gathered together; scourges were gathered against me, and I did not know it; they were torn apart, and they were not pricked with remorse.
35:16 ἐπείρασάν με ἐξεμυκτήρισάν με μυκτηρισμόν ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν他們試探我,極力譏誚我,向我咬牙切齒。They tested me; they utterly mocked me with mockery; they gnashed their teeth at me.
35:17 κύριε πότε ἐπόψῃ ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν ἀπὸ λεόντων τὴν μονογενῆ μου主啊,你要看到幾時呢?求你救回我的魂,脫離他們的兇惡;救回我的獨生者,脫離獅子。O Lord, how long will you look on? Restore my soul from their malice, my only one from the lions.
35:18 ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησίᾳ πολλῇ ἐν λαῷ βαρεῖ αἰνέσω σε主啊,我要在大會中稱謝你,在強盛的民中讚美你。I will give thanks to you, O Lord, in a great assembly; among a mighty people I will praise you.
35:19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς求你不容那無理與我為仇的向我誇勝,也不容那無故恨我、以眼使色的人得意。Let not those who are my enemies unjustly rejoice over me, those who hate me without cause and wink with their eyes.
35:20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο因為他們向我說和平的話,卻在怒中圖謀詭詐。For to me they spoke peaceable things, but in anger they devised deceits.
35:21 καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν εἶπαν εὖγε εὖγε εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν他們向我大大張口,說:啊哈,啊哈,我們親眼看見了。And they opened their mouth wide against me; they said, "Aha, aha! Our eyes have seen it."
35:22 εἶδες κύριε μὴ παρασιωπήσῃς κύριε μὴ ἀποστῇς ἀπ’ ἐμοῦ主啊,你已經看見了,求你不要緘默;主啊,求你不要遠離我。You have seen, O Lord; do not keep silent. O Lord, do not depart from me.
35:23 ἐξεγέρθητι κύριε καὶ πρόσχες τῇ κρίσει μου ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου我的神、我的主啊,求你興起,留心聽我的案件,為我伸冤。Rouse yourself, O Lord, and attend to my judgement, my God and my Lord, to my cause.
35:24 κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου κύριε ὁ θεός μου καὶ μὴ ἐπιχαρείησάν μοι主我的神啊,求你按你的公義判斷我,不容他們向我誇勝。Judge me according to your righteousness, O Lord my God, and let them not rejoice over me.
35:25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν μηδὲ εἴπαισαν κατεπίομεν αὐτόν不容他們心裡說:啊哈,正合我們的心願;也不容他們說:我們把他吞下了。Let them not say in their hearts, "Aha, aha! Just what our soul wanted"; nor let them say, "We have swallowed him up."
35:26 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ’ ἐμέ願那些因我遭災而歡喜的,一同蒙羞受辱;願那些向我說大話的,披上羞愧和恥辱。Let those who rejoice at my calamities be shamed and disgraced together; let those who speak boastfully against me be clothed with shame and disgrace.
35:27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ願那些喜悅我公義的人歡騰喜樂;願那些喜悅他僕人平安的人常說:願主被尊為大。Let those who desire my righteousness exult and be glad; and let those who desire the peace of his servant say continually, "Let the Lord be magnified."
35:28 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου我的舌頭也要終日默想你的公義,述說對你的讚美。And my tongue shall meditate on your righteousness, all day long on your praise.