詩篇 第 73 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。亞薩的詩。神向以色列,向心中正直的人,是何等良善!
73:1 ψαλμὸς τῷ Ασαφ ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ亞薩的詩。神向以色列,向心中正直的人,是何等良善!A psalm. Of Asaph. How good is God to Israel, to those upright in heart!
73:2 ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου至於我,我的腳幾乎滑跌,我的步履幾乎傾瀉。But as for me, my feet were almost shaken; my steps were nearly poured out.
73:3 ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν因為我看見罪人享平安,就嫉妒那些不法的人。For I was envious of the lawless, seeing the peace of sinners.
73:4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν因為他們的死並無推拒,他們受鞭打時反倒堅固。For there is no refusal at their death, and there is firmness at their scourging.
73:5 ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται他們不在世人的勞苦中,也不與世人一同受鞭打。They are not in the toils of men, and they are not scourged along with men.
73:6 διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν因此驕傲抓住了他們;他們以自己的不義和不敬虔為衣。Therefore pride took hold of them; they clothed themselves with their injustice and impiety.
73:7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας他們的不義必如從脂油中發出;他們走進了心中的意念。Their injustice shall come forth as out of fat; they passed through into the disposition of the heart.
73:8 διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν他們圖謀,以惡毒說出不義;他們向高處說話。They devised and spoke injustice in wickedness; they spoke unto the height.
73:9 ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς他們把自己的口放到天上,他們的舌頭走遍地上。They set their mouth into heaven, and their tongue went through the earth.
73:10 διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς因此我的百姓必歸回這裡,必有滿足的日子為他們尋見。Therefore my people will return here, and full days shall be found for them.
73:11 καὶ εἶπαν πῶς ἔγνω ὁ θεός καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ他們說:「神怎能知道?至高者那裡豈有知識?」And they said, "How does God know? And is there knowledge in the Most High?"
73:12 ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται εἰς τὸν αἰῶνα κατέσχον πλούτου看哪,這些人是罪人,卻永遠興旺;他們把持了財富。Behold, these are sinners, and they prosper forever; they took hold of wealth.
73:13 καὶ εἶπα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου我便說:「我使自己的心稱義,在無辜的人中洗淨我的手,原是徒然!」And I said, "Then in vain have I justified my heart and washed my hands among the innocent."
73:14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας我終日受鞭打,每早晨受責備。And I was scourged all day long, and my reproof came at the mornings.
73:15 εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα我若說:「我要這樣述說」,看哪,我就對你眾子的世代背了信。If I said, "I will recount it thus," behold, I have broken faith with the generation of your sons.
73:16 καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο κόπος ἐστὶν ἐναντίον μου我思量要明白這事,這在我面前是勞苦。And I undertook to know this; it is toil before me.
73:17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν直到我進入神的聖所,明白了他們的結局。Until I enter the sanctuary of God and understand their latter end.
73:18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι然而你因著他們的詭詐如此待他們;在他們被高舉的時候,你把他們摔了下去。But because of their deceitfulness you appointed things for them; you cast them down when they were lifted up.
73:19 πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν他們怎麼忽然成了荒涼!他們消滅了,因自己的不法而滅亡。How they became a desolation suddenly! They failed; they perished because of their lawlessness.
73:20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις主啊,像人睡醒時的一場夢,你在你的城中必藐視他們的形像。Like a dream of one awaking, O Lord, in your city you will despise their image.
73:21 ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν因為我的心發熱,我的腰腎也改變了。For my heart was inflamed, and my kidneys were altered.
73:22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί我卻成了被藐視的,我一無所知;在你面前我如同牲畜。And I was despised and did not know; I became like a beast before you.
73:23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου然而我常與你同在;你扶住了我的右手。But I am continually with you; you took hold of my right hand.
73:24 ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με你用你的謀略引導了我,又用榮耀接納了我。You guided me with your counsel, and with glory you received me.
73:25 τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς在天上我有甚麼呢?除你以外,在地上我還想望甚麼呢?For what do I have in heaven? And besides you, what have I desired on earth?
73:26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα我的心和我的肉體都衰殘了;神是我心的神,神是我的分,直到永遠。My heart and my flesh failed; God of my heart, and my portion is God forever.
73:27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ因為看哪,那些遠離你的必要滅亡;凡離開你行淫的,你都滅絕了。For behold, those who put themselves far from you shall perish; you utterly destroyed everyone who plays the whore away from you.
73:28 ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων至於我,親近神是好的;我要把我的盼望放在主裡面,好在錫安女子的城門中傳揚你一切的讚美。But for me, to cleave to God is good, to place my hope in the Lord, that I may declare all your praises in the gates of the daughter of Zion.