比勒與大龍 第 1 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。這是利未支派、耶數的兒子哈巴谷的預言之言。亞斯提亞基王歸到他列祖那裡之後,波斯人居魯士接續他的國。
1:1 ἐκ προφητείας Αμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευι καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ這是利未支派、耶數的兒子哈巴谷的預言之言。亞斯提亞基王歸到他列祖那裡之後,波斯人居魯士接續他的國。King Astyages was gathered to his fathers, and Cyrus the Persian received his kingdom.
1:2 ἄνθρωπός τις ἦν ἱερεύς ᾧ ὄνομα Δανιηλ υἱὸς Αβαλ συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος καὶ ἦν Δανιηλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ有一個人,是祭司,名叫但以理,是亞巴勒的兒子,作巴比倫王的同伴;但以理是王的密友,比王一切的朋友更尊貴。And Daniel lived with the king, and was honored above all his friends.
1:3 καὶ ἦν εἴδωλον Βηλ ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτῷ καθ’ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ᾧ ὄνομα Βηλ καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ巴比倫人有一個偶像名叫彼勒,他們素來敬拜它;每天獻給它的有細麵十二亞珥他巴、羊四十隻、酒六梅特里特。Now the Babylonians had an idol, called Bel, and there were spent upon him every day twelve great measures of fine flour, and forty sheep, and six firkins of wine.
1:4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ’ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιηλ δὲ προσηύχετο πρὸς κύριον καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ’ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ Δανιηλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ王也敬拜它,天天去向它下拜;但以理卻向耶和華他的神禱告。And the king did honor to it, and went daily to worship it: but Daniel worshipped his own God. And the king said to him, Why do you not worship Bel?
1:5 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ ὁ δὲ εἶπεν ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν王問但以理說:『你為何不敬拜彼勒呢?』但以理回答說:『我不敬拜手所造的偶像,只敬拜那創造天地、掌管凡有血氣之物的永生神。』And he said, Because I may not do honor to idols made with hands, but to the living God, who has created the heaven and the earth, and has sovereignty over all flesh.
1:6 εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ οὗτος οὖν οὐκ ἔστι θεός οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ’ ἑκάστην ἡμέραν καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός ἦ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ’ ἑκάστην ἡμέραν王對他說:『你看牠每天所喫所喝的那麼多,你還不以彼勒為活神嗎?』Then said the king to him, Thinkest you not that Bel is a living god? or see you not how much he eats and drinks every day?
1:7 καὶ εἶπεν αὐτῷ Δανιηλ μηδαμῶς μηδείς σε παραλογιζέσθω οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκοῦς ὀμνύω δέ σοι κύριον τὸν θεὸν τῶν θεῶν ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος καὶ εἶπεν Δανιηλ γελάσας μὴ πλανῶ βασιλεῦ οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε但以理笑著說:『王啊,不要受迷惑,誰也不可欺哄你;這偶像裡面是泥,外面是銅,我指著掌管萬神的耶和華神向你起誓,牠從來沒有喫過甚麼,也沒有喝過甚麼。』Then Daniel laughed, and said, O king, be not deceived: for this is but clay within, and brass without, and did never eat or drink anything.
1:8 καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε ἢ Δανιηλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ’ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς ὁ Βηλ ἐστὶν ὁ κατεσθίων αὐτά καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην ἀποθανεῖσθε ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά ἀποθανεῖται Δανιηλ ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ王就發怒,召了管理廟宇的祭司來,對他們說:『你們若不告訴我這擺設之物是誰喫的,你們就必死;你們若能指明是彼勒喫的,但以理就必死,因為他褻瀆了彼勒。』他們說:『就是彼勒自己喫這些物。』So the king was angry, and called for his priests, and said to them, If you⌃ tell me not who this is that devours these expenses, you⌃ shall die.
1:9 εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βηλ ὁ κατεσθίων ταῦτα ἀποθανοῦμαι καὶ πάντες οἱ παρ’ ἐμοῦ ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ γινέσθω κατὰ τὸ ῥῆμά σου καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων但以理對王說:『就照你的話行罷。我若不能指明喫這些物的並非彼勒,我和我這一邊的人就情願死。』彼勒的祭司,除了婦女和孩童以外,共有七十人。But if you⌃ can show me that Bel devours them, then Daniel shall die: for he has spoken blasphemy against Bel. And Daniel said to the king, Let it be according to your word.
1:10 ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιηλ εἰς τὸν οἶκον τοῦ Βηλ王就和但以理一同進入彼勒的廟。Now the priests of Bel were threescore and ten, beside their wives and children. And the king went with Daniel into the temple of Bel.
1:11 καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ καὶ εἶπεν Δανιηλ σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα βασιλεῦ σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ ἐπὰν κλεισθῇ καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βηλ ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω σὺ δέ βασιλεῦ παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου καὶ ἐλθὼν πρωὶ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βηλ ἀποθανούμεθα ἢ Δανιηλ ὁ ψευδόμενος καθ’ ἡμῶν祭司們在王和但以理面前擺上食物,又調好酒拿來擺在彼勒面前。彼勒的祭司說:『看哪,我們出去;王啊,你親自擺上食物,調好酒放下,然後把廟門關上,用你的戒指封印。明早你來,若不見彼勒把這一切都喫盡了,我們就情願死,不然就是那說謊毀謗我們的但以理該死。』他們存著輕慢之心如此說,因為他們在桌子底下做了一個暗門,常從那門進來喫盡那些供物。So Bel’s priests said, Behold, we will get us out: but you, O king, set on the meat, and mingle the wine and set it forth, and shut the door fast, and seal it with your own signet;
1:12 αὐτοὶ δὲ κατεφρόνουν ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δῑ αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά他們暗自輕看這事,因為他們在桌子底下做了一個隱藏的入口,常從那裡進來,把供物喫盡。and when you come in the morning, if you find not that Bel has eaten up all, we will suffer death: or else Daniel, that speaks falsely against us.
1:13 ἤρεσε δὲ ὁ λόγος τῷ βασιλεῖ καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι καὶ ὁ βασιλεὺς παρέθηκεν τὰ βρώματα τῷ Βηλ王覺得這話甚好。祭司們出去之後,王就把食物擺在彼勒面前。And they little regarded it: for under the table they had made a privy entrance, whereby they entered in continually, and consumed those things.
1:14 ὁ δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ’ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτως καὶ ἐπέταξεν Δανιηλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως καὶ ἀπῆλθον但以理吩咐他的僕人,將眾人都趕出廟外,把細灰篩遍滿整個廟,廟外的人都不知道。然後吩咐人用王的戒指,並幾位尊貴祭司的戒指,把廟封了,事就這樣成了。And it came to pass, when they were gone forth, the king set the meat before Bel. Now Daniel had commanded his servants to bring ashes, and they strewed all the temple with them in the presence of the king alone: then they went out, and shut the door, and sealed it with the king’s signet, and so departed.
1:15 καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον到了次日,眾人來到那地方;那夜彼勒的祭司照他們的慣例,連同他們的妻子兒女從暗門進來,把擺在彼勒面前的都喫盡了,又把酒喝光。但以理說:『眾祭司啊,你們察看你們的封印是否仍在;王啊,你也察看一下,免得有甚麼與你不符的事。』眾人見封印仍如原樣,就揭去封印。Now in the night came the priests with their wives and children, as they were wont to do, and did eat and drink up all.
1:16 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ Δανιηλ μετ’ αὐτοῦ王清早起來,但以理與他同來。In the morning betime the king arose, and Daniel with him.
1:17 καὶ εἶπεν ὁ βασιλεύς σῷοι αἱ σφραγῖδες Δανιηλ ὁ δὲ εἶπεν σῷοι βασιλεῦ王說:『但以理啊,封印完好嗎?』他說:『王啊,完好。』And the king said, Daniel, are the seals whole? And he said, Yes, O king, they be whole.
1:18 καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ μέγας ἐστὶν ὁ Βηλ καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόλος καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας ἐπιβλέψας ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ μέγας εἶ Βηλ καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς他們開了門,見所擺上的全都喫盡了,桌子也空了;王就歡喜,望著桌子放聲大喊說:『彼勒啊,你真偉大,你裡面毫無詭詐。』And as soon as he had opened the door, the king looked upon the table, and cried with a loud voice, Great are you, O Bel, and with you is no deceit at all.
1:19 καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων καὶ εἶπεν Δανιηλ βασιλεῦ ταῦτα τὰ ἴχνη τίνος ἐστί καὶ ἐγέλασεν Δανιηλ καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα但以理笑著拉住王,不讓他進到裡面去,說:『王啊,你來看祭司的詭計;你看這地上的腳印是誰的?』Then laughed Daniel, and held the king that he should not go in, and said, Behold now the pavement, and mark well whose footsteps are these.
1:20 καὶ εἶπεν ὁ βασιλεύς ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων καὶ εἶπεν ὁ βασιλεύς ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων王說:『我看見有男人、女人和孩童的腳印。』And the king said, I see the footsteps of men, women, and children. And then the king was angry,
1:21 καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοθύρια δῑ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δῑ ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ王就大怒,當時拿住那些祭司和他們的妻子兒女。他們就把那暗門指給王看,就是他們從那裡進來喫桌上之物的。and took the priests with their wives and children, who showed him the privy doors, where they came in, and consumed such things as were upon the table.