希伯來書·希伯來書 第 1 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。上帝既在古時藉着眾先知多次多方地曉諭列祖,
1:1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,上帝既在古時藉着眾先知多次多方地曉諭列祖,God, having in the past spoken to the fathers through the prophets at many times and in various ways,
1:2 ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·就在這末世藉着他兒子曉諭我們;又早已立他為承受萬有的,也曾藉着他創造諸世界。has at the end of these days spoken to us by his Son, whom he appointed heir of all things, through whom also he made the worlds.
1:3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,他是上帝榮耀所發的光輝,是上帝本體的真像,常用他權能的命令托住萬有。他洗淨了人的罪,就坐在高天至大者的右邊。His Son is the radiance of his glory, the very image of his substance, and upholding all things by the word of his power, who, when he had by himself purified us of our sins, sat down on the right hand of the Majesty on high,
1:4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.他所承受的名,既比天使的名更尊貴,就遠超過天使。having become as much better than the angels as the more excellent name he has inherited is better than theirs.
1:5 τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;所有的天使,上帝從來對哪一個說: 你是我的兒子, 我今日生你? 又指着哪一個說: 我要作他的父, 他要作我的子?For to which of the angels did he say at any time, “You are my Son. Today I have become your father?” and again, “I will be to him a Father, and he will be to me a Son?”
1:6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.再者,上帝使長子到世上來的時候 ,就說: 上帝的使者都要拜他。When he again brings in the firstborn into the world he says, “Let all the angels of God worship him.”
1:7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·論到使者,又說: 上帝以風為使者, 以火焰為僕役;Of the angels he says, “He makes his angels winds, and his servants a flame of fire.”
1:8 πρὸς δὲ τὸν υἱόν, ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.論到子卻說: 上帝啊,你的寶座是永永遠遠的; 你的國權是正直的。But of the Son he says, “Your throne, O God, is forever and ever. The scepter of uprightness is the scepter of your Kingdom.
1:9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·你喜愛公義,恨惡罪惡; 所以上帝,就是你的上帝,用喜樂油膏你, 勝過膏你的同伴;You have loved righteousness and hated iniquity; therefore God, your God, has anointed you with the oil of gladness above your fellows.”
1:10 καί, σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·又說:主啊,你起初立了地的根基; 天也是你手所造的。And, “You, Lord, in the beginning, laid the foundation of the earth. The heavens are the works of your hands.
1:11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,天地都要滅沒,你卻要長存。 天地都要像衣服漸漸舊了;They will perish, but you continue. They all will grow old like a garment does.
1:12 καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.你要將天地捲起來,像一件外衣, 天地就都改變了。 惟有你永不改變; 你的年數沒有窮盡。You will roll them up like a mantle, and they will be changed; but you are the same. Your years won’t fail.”
1:13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;所有的天使,上帝從來對哪一個說: 你坐在我的右邊, 等我使你仇敵作你的腳凳?But which of the angels has he told at any time, “Sit at my right hand, until I make your enemies the footstool of your feet?”
1:14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;天使豈不都是服役的靈、奉差遣為那將要承受救恩的人效力嗎?Aren’t they all serving spirits, sent out to do service for the sake of those who will inherit salvation?