以西結書 第 26 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。第十一年,初一日,耶和華的話臨到我說:
26:1 καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων第十一年,初一日,耶和華的話臨到我說:And it happened in the eleventh year, on the first of the month, the word of the Lord came to me, saying:
26:2 υἱὲ ἀνθρώπου ἀνθ’ ὧν εἶπεν Σορ ἐπὶ Ιερουσαλημ εὖγε συνετρίβη ἀπόλωλεν τὰ ἔθνη ἐπεστράφη πρός με ἡ πλήρης ἠρήμωται人子啊,因為索爾指著耶路撒冷說:好啊!她被打碎了,列國滅亡了,她已轉歸於我;那充滿的城已成荒場。Son of man, because Sor said against Jerusalem, Aha, she is broken, the nations have perished, she has turned to me; the full one has been made desolate —
26:3 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σορ καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς所以耶和華如此說:索爾啊,看哪,我與你為敵,我必使許多國上來攻擊你,如同海使波浪湧上來一樣。therefore thus says the Lord: Behold, I am against you, O Sor, and I will bring up many nations against you, as the sea brings up its waves.
26:4 καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ’ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν他們必拆毀索爾的城牆,拆毀你的城樓;我也必刮淨她的塵土,使她成為光淨的磐石。And they shall throw down the walls of Sor, and they shall throw down your towers; and I will winnow her dust away from her and will make her a bare rock.
26:5 ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν她必在海中作曬網的地方,因為我已說過。這是耶和華說的。她必成為列國的擄物。She shall be a drying place for nets in the midst of the sea, for I have spoken, says the Lord. And she shall become plunder for the nations.
26:6 καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται καὶ γνώσονται ὅτι ἐγὼ κύριος她在平原的眾女子必被刀劍殺滅;她們就知道我是耶和華。And her daughters who are in the plain shall be slain with the sword; and they shall know that I am the Lord.
26:7 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ Σορ τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ βασιλεὺς βασιλέων ἐστίν μεθ’ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα因為耶和華如此說:索爾啊,看哪,我必使巴比倫王尼布甲尼撒從北方來攻擊你;他是萬王之王,率領馬匹、車輛、馬兵,並許多國民聚集的大軍。For thus says the Lord: Behold, I am bringing upon you, O Sor, Nabouchodonosor king of Babylon from the north — he is a king of kings — with horses and chariots and horsemen and a gathering of very many nations.
26:8 οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει他必用刀劍殺滅你在平原的眾女子,又必在你四圍設下防哨,築起壁壘,在你四圍立起土堆和列陣的兵器,並把他的長矛對準你。He shall slay with the sword your daughters who are in the plain, and he shall set a watch against you and shall build around you, and he shall make a palisade around you and an array of arms, and he shall set his lances against you.
26:9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ他必用他的刀劍拆毀你的城牆和你的城樓。Your walls and your towers he shall throw down with his swords.
26:10 ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου因他馬匹眾多,牠們揚起的塵土必遮蔽你;他進入你城門的時候,因他馬兵的聲音和他車輪的響聲,你的城牆必震動,如同人從平原進入城中一樣。From the multitude of his horses their dust shall cover you; and from the sound of his horsemen and of the wheels of his chariots your walls shall shake, when he enters your gates, as one entering into a city from a plain.
26:11 ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσίν σου πάσας τὰς πλατείας τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασίν σου τῆς ἰσχύος ἐπὶ τὴν γῆν κατάξει他必用馬蹄踐踏你一切的街道;他必用刀劍殺戮你的百姓,使你勢力的根基傾倒在地。With the hooves of his horses they shall trample all your streets; your people he shall slay with the sword, and the foundation of your strength he shall bring down to the ground.
26:12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ他必擄掠你的財力,搶奪你的貨物,拆毀你的城牆,拆除你華美的房屋,將你的石頭、木頭、塵土都拋在海中。And he shall plunder your power and shall spoil your possessions and shall throw down your walls, and he shall demolish your desirable houses, and your stones and your timbers and your dust he shall cast into the midst of the sea.
26:13 καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι他必使你歌唱的眾人止息,你琴瑟的聲音不再被人聽見。And he shall put an end to the multitude of your musicians, and the sound of your harps shall no longer be heard.
26:14 καὶ δώσω σε εἰς λεωπετρίαν ψυγμὸς σαγηνῶν ἔσῃ οὐ μὴ οἰκοδομηθῇς ἔτι ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος我必使你成為光淨的磐石,你必作曬網的地方;你不得再被建造,因為我—耶和華已經說了。這是耶和華說的。And I will make you a bare rock; a drying place for nets you shall be. You shall never be rebuilt, for I have spoken, says the Lord.
26:15 διότι τάδε λέγει κύριος κύριος τῇ Σορ οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι主耶和華對索爾如此說:在你傾倒的響聲中,受傷的人呻吟、刀劍在你中間拔出的時候,眾海島豈不震動嗎?For thus says the Lord the Lord to Sor: Shall not the islands shake at the sound of your fall, when the wounded groan, when the sword is drawn in your midst?
26:16 καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται ἐκστάσει ἐκστήσονται ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ海上列國的一切君王必從寶座上下來,除去頭上的冠冕,脫下他們彩繡的衣服;他們必大大驚駭,坐在地上,因自己的滅亡而戰兢,為你嘆息。And all the rulers from the nations of the sea shall come down from their thrones and shall remove the turbans from their heads and shall strip off their embroidered clothing. With amazement they shall be amazed; they shall sit upon the ground, and they shall dread their own destruction and shall groan over you.
26:17 καὶ λήμψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσίν σοι πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν他們必為你作哀歌,對你說:你這從海上被毀滅的,何竟如此!你這著名的城,曾使一切住在其中的人都懼怕她。And they shall take up a lament over you and shall say to you: How you have been destroyed out of the sea, O praised city, that put her terror upon all who dwelt in her!
26:18 καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ’ ἡμέρας πτώσεώς σου從你傾倒的日子起,眾海島都必懼怕。And the islands shall be afraid from the day of your fall.
26:19 ὅτι τάδε λέγει κύριος κύριος ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψῃ σε ὕδωρ πολύ因為主耶和華如此說:我使你成為荒涼的城,如同無人居住的城邑;我使深淵上來淹沒你,大水漫過你的時候,For thus says the Lord the Lord: When I make you a desolate city, like the cities that shall not be inhabited, when I bring up the abyss against you and much water covers you,
26:20 καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον ὅπως μὴ κατοικηθῇς μηδὲ ἀνασταθῇς ἐπὶ γῆς ζωῆς那時我必叫你與下坑的人一同下去,到古時的民那裡;我必使你住在地的深處,如同永久荒涼之地,與下坑的人在一起,使你不再有人居住,也不再在活人之地站立起來。then I will bring you down to those who go down into the pit, to a people of old, and I will settle you in the depths of the earth, like an everlasting desert, with those who go down into the pit, so that you may not be inhabited nor rise up again in the land of the living.
26:21 ἀπώλειάν σε δώσω καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα λέγει κύριος κύριος我必使你歸於滅亡,你必永遠不再存在。這是主耶和華說的。I will make you destruction, and you shall exist no more forever, says the Lord the Lord.