哥林多前書·哥林多前書 第 16 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。論到為聖徒捐錢,我從前怎樣吩咐加拉太的眾教會,你們也當怎樣行。
16:1 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.論到為聖徒捐錢,我從前怎樣吩咐加拉太的眾教會,你們也當怎樣行。Now concerning the collection for the saints: as I commanded the assemblies of Galatia, you do likewise.
16:2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.每逢七日的第一日,各人要照自己的進項抽出來留着,免得我來的時候現湊。On the first day of every week, let each one of you save as he may prosper, that no collections are made when I come.
16:3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·及至我來到了,你們寫信舉薦誰,我就打發他們,把你們的捐資送到耶路撒冷去。When I arrive, I will send whoever you approve with letters to carry your gracious gift to Jerusalem.
16:4 ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.若我也該去,他們可以和我同去。If it is appropriate for me to go also, they will go with me.
16:5 ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,我要從馬其頓經過;既經過了,就要到你們那裏去,I will come to you when I have passed through Macedonia, for I am passing through Macedonia.
16:6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.或者和你們同住幾時,或者也過冬。無論我往哪裏去,你們就可以給我送行。But with you it may be that I will stay with you, or even winter with you, that you may send me on my journey wherever I go.
16:7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.我如今不願意路過見你們;主若許我,我就指望和你們同住幾時。For I do not wish to see you now in passing, but I hope to stay a while with you, if the Lord permits.
16:8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·但我要仍舊住在以弗所,直等到五旬節;But I will stay at Ephesus until Pentecost,
16:9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.因為有寬大又有功效的門為我開了,並且反對的人也多。for a great and effective door has opened to me, and there are many adversaries.
16:10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·若是提摩太來到,你們要留心,叫他在你們那裏無所懼怕;因為他勞力做主的工,像我一樣。Now if Timothy comes, see that he is with you without fear, for he does the work of the Lord, as I also do.
16:11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.所以,無論誰都不可藐視他,只要送他平安前行,叫他到我這裏來,因我指望他和弟兄們同來。Therefore let no one despise him. But set him forward on his journey in peace, that he may come to me; for I expect him with the brothers.
16:12 Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.至於兄弟亞波羅,我再三地勸他同弟兄們到你們那裏去;但這時他決不願意去,幾時有了機會他必去。Now concerning Apollos the brother, I strongly urged him to come to you with the brothers, but it was not at all his desire to come now; but he will come when he has an opportunity.
16:13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε·你們務要警醒,在真道上站立得穩,要作大丈夫,要剛強。Watch! Stand firm in the faith! Be courageous! Be strong!
16:14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.凡你們所做的都要憑愛心而做。Let all that you do be done in love.
16:15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·弟兄們,你們曉得司提法那一家,是亞該亞初結的果子,並且他們專以服事聖徒為念。Now I beg you, brothers—you know the house of Stephanas, that it is the first fruits of Achaia, and that they have set themselves to serve the saints—
16:16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.我勸你們順服這樣的人,並一切同工同勞的人。that you also be in subjection to such, and to everyone who helps in the work and labors.
16:17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,司提法那和福徒拿都,並亞該古到這裏來,我很喜歡;因為你們待我有不及之處,他們補上了。I rejoice at the coming of Stephanas, Fortunatus, and Achaicus; for that which was lacking on your part, they supplied.
16:18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.他們叫我和你們心裏都快活。這樣的人,你們務要敬重。For they refreshed my spirit and yours. Therefore acknowledge those who are like that.
16:19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.亞細亞的眾教會問你們安。亞居拉和百基拉並在他們家裏的教會,因主多多地問你們安。The assemblies of Asia greet you. Aquila and Priscilla greet you warmly in the Lord, together with the assembly that is in their house.
16:20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.眾弟兄都問你們安。你們要親嘴問安,彼此務要聖潔。All the brothers greet you. Greet one another with a holy kiss.
16:21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.我-保羅親筆問安。This greeting is by me, Paul, with my own hand.
16:22 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαρὰν ἀθά.若有人不愛主,這人可詛可咒。主必要來!If any man doesn’t love the Lord Jesus Christ, let him be cursed. Come, Lord!
16:23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ’ ὑμῶν.願主耶穌基督的恩常與你們眾人同在!The grace of the Lord Jesus Christ be with you.
16:24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.我在基督耶穌裏的愛與你們眾人同在。阿們!My love to all of you in Christ Jesus. Amen.