詩篇 第 26 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的詩。主啊,求你判斷我,因為我向來憑著純全而行;我倚靠主,必不軟弱。
26:1 τοῦ Δαυιδ κρῖνόν με κύριε ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω大衛的詩。主啊,求你判斷我,因為我向來憑著純全而行;我倚靠主,必不軟弱。Of David. Judge me, O Lord, for I have walked in my guilelessness, and hoping in the Lord I shall not grow weak.
26:2 δοκίμασόν με κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου主啊,求你察驗我,試煉我,用火熬煉我的肺腑和我的心。Prove me, O Lord, and test me; refine my kidneys and my heart with fire.
26:3 ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου因為你的慈愛在我眼前,我也在你的真理中行事蒙悅納。For your mercy is before my eyes, and I have been well pleasing in your truth.
26:4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω我沒有與虛妄的議會同坐,也必不與犯法的人同進。I did not sit with a council of vanity, and with lawbreakers I will not enter.
26:5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω我恨惡作惡之人的聚集,也必不與不敬虔的人同坐。I hated the assembly of evildoers, and with the ungodly I will not sit.
26:6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου κύριε主啊,我要在無辜的人中洗我的手,又要繞行你的祭壇,I will wash my hands among the innocent, and I will go around your altar, O Lord,
26:7 τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου好聽見讚美的聲音,述說你一切的奇事。to hear the voice of praise and to recount all your wonders.
26:8 κύριε ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου主啊,我喜愛你殿的華美,和你榮耀帳幕的所在。O Lord, I loved the beauty of your house and the place of the tabernacle of your glory.
26:9 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου求你不要把我的魂與不敬虔的人一同除滅,也不要把我的性命與流人血的人一同除滅。Do not destroy my soul together with the ungodly, nor my life with men of blood,
26:10 ὧν ἐν χερσὶν ἀνομίαι ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων他們手中有不法,右手滿了賄賂。in whose hands are lawless deeds; their right hand is full of bribes.
26:11 ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην λύτρωσαί με καὶ ἐλέησόν με至於我,我向來憑著純全而行;求你救贖我,憐憫我。But as for me, I have walked in my guilelessness; redeem me and have mercy on me.
26:12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι ἐν ἐκκλησίαις εὐλογήσω σε κύριε因為我的腳站在正直之處;主啊,我要在眾會中頌讚你。For my foot has stood in uprightness; in the assemblies I will bless you, O Lord.