詩篇 第 102 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。窮乏人的禱告,當他灰心喪志、在主面前傾吐他的祈求之時。
102:0 προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ窮乏人的禱告,當他灰心喪志、在主面前傾吐他的祈求之時。A prayer for the poor man, when he grows faint and pours out his supplication before the Lord.
102:1 εἰσάκουσον κύριε τῆς προσευχῆς μου καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω主啊,求你聽我的禱告,願我的呼求達到你那裡。Hear my prayer, O Lord, and let my cry come to you.
102:2 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι κλῖνον τὸ οὖς σου πρός με ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ταχὺ εἰσάκουσόν μου我遭難的日子,求你不要向我轉臉不顧;求你側耳聽我;我呼求你的日子,求你快快應允我。Do not turn your face away from me in whatever day I am afflicted; incline your ear to me; in whatever day I call upon you, answer me quickly.
102:3 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν因為我的年日如煙消逝,我的骨頭如柴枝被烤焦。For my days have vanished like smoke, and my bones have been scorched like a dry stick.
102:4 ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου我的心如草被擊打而枯乾,以致我忘了吃我的飯。My heart has been struck like grass and has withered, so that I forgot to eat my bread.
102:5 ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου因我唉哼的聲音,我的骨頭緊貼著我的肉。Because of the sound of my groaning, my bone has clung to my flesh.
102:6 ὡμοιώθην πελεκᾶνι ἐρημικῷ ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ我好像曠野的鵜鶘,我如同廢墟中的夜鴉。I have become like a pelican of the wilderness; I have become like a night-raven among ruins.
102:7 ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι我儆醒不睡,就像房頂上孤單的麻雀。I kept watch, and I have become like a lone sparrow on a housetop.
102:8 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον我的仇敵終日辱罵我;那些稱讚我的人,起誓攻擊我。All day long my enemies reproached me, and those who praised me swore oaths against me.
102:9 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων因為我吃爐灰如同吃飯,我所喝的與哭泣攙和,For I ate ashes like bread, and I mixed my drink with weeping,
102:10 ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου ὅτι ἐπάρας κατέρραξάς με這都是因你的忿怒和你的烈怒;因為你把我舉起,又把我摔下。because of your anger and your wrath; for you lifted me up and dashed me down.
102:11 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην我的年日如同影兒偏斜,我也如草枯乾。My days have declined like a shadow, and I have withered like grass.
102:12 σὺ δέ κύριε εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν主啊,惟有你存到永遠,你可記念的名也存到世世代代。But you, O Lord, remain forever, and your memorial to generation and generation.
102:13 σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν ὅτι ἥκει καιρός你必起來憐恤錫安,因為憐恤她的時候到了,因為所定的時候已經來到。You will rise up and have compassion on Sion, for it is the time to have compassion on her, for the time has come.
102:14 ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν因為你的僕人喜愛她的石頭,也必憐恤她的塵土。For your servants took pleasure in her stones, and they will have compassion on her dust.
102:15 καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου列國要敬畏主的名,地上諸王都要敬畏你的榮耀。And the nations shall fear the name of the Lord, and all the kings of the earth your glory.
102:16 ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ因為主要建造錫安,並要在他的榮耀中顯現。For the Lord will build up Sion, and he will be seen in his glory.
102:17 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν他垂顧了卑微人的禱告,並不藐視他們的祈求。He looked upon the prayer of the humble, and he did not despise their supplication.
102:18 γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον願這事被記下,傳給後代;那將要被造的子民必讚美主。Let this be written for another generation, and a people that is being created shall praise the Lord.
102:19 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν因為主從他神聖的高處俯看,從天上觀看大地,For he looked down from his holy height; the Lord looked from heaven upon the earth,
102:20 τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων要垂聽被囚之人的歎息,要釋放那些被處死之人的子孫,to hear the groaning of those in fetters, to set free the sons of those who had been put to death,
102:21 τοῦ ἀναγγεῖλαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ιερουσαλημ好叫人在錫安傳揚主的名,在耶路撒冷傳揚對他的讚美,to declare in Sion the name of the Lord, and his praise in Jerusalem,
102:22 ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ就是在萬民和列國一同聚集事奉主的時候。when peoples are gathered together, and kingdoms, to serve the Lord.
102:23 ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι他在自己力量的道路上回答了他。求你將我年日的短少指示我。He answered him in the way of his strength: Declare to me the fewness of my days.
102:24 μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου求你不要在我年日過半之時把我取去;你的年數存到世世代代。Do not take me up in the half of my days; your years are for generation of generations.
102:25 κατ’ ἀρχὰς σύ κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί主啊,你起初立了地的根基,諸天也是你手所作的。In the beginning you, O Lord, founded the earth, and the heavens are the works of your hands.
102:26 αὐτοὶ ἀπολοῦνται σὺ δὲ διαμενεῖς καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς καὶ ἀλλαγήσονται它們都要滅沒,你卻要長存;它們都要像衣服漸漸舊了;你要像外袍把它們更換,它們就都改變了。They shall perish, but you shall remain; and they shall all grow old like a garment, and like a cloak you will change them, and they shall be changed.
102:27 σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν惟有你仍是一樣,你的年數也沒有窮盡。But you are the same, and your years shall not fail.
102:28 οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται你僕人的子孫要安然居住,他們的後裔要永遠堅立。The sons of your servants shall dwell securely, and their seed shall be established forever.