詩篇 第 144 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的詩,是攻擊歌利亞的。主我的神是當受頌讚的,他教導我的手爭戰,教導我的指頭打仗。
144:1 τῷ Δαυιδ πρὸς τὸν Γολιαδ εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον大衛的詩,是攻擊歌利亞的。主我的神是當受頌讚的,他教導我的手爭戰,教導我的指頭打仗。Of David, against Goliath. Blessed be the Lord my God, who trains my hands for battle, my fingers for war.
144:2 ἔλεός μου καὶ καταφυγή μου ἀντιλήμπτωρ μου καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ’ αὐτῷ ἤλπισα ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ他是我的憐憫、我的避難所、我的扶助者、我的搭救者、我的護衛;我所倚靠的就是他;他使我的百姓服在我以下。He is my mercy and my refuge, my helper and my deliverer, my protector; and in him I have hoped; he is the one who subdues my people under me.
144:3 κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν主啊,人算甚麼,你竟為他所認識?世人的兒子算甚麼,你竟顧念他?O Lord, what is man, that you were made known to him, or a son of man, that you take account of him?
144:4 ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν人好像虛空;他的年日如同影兒過去。Man is made like vanity; his days pass away like a shadow.
144:5 κύριε κλῖνον οὐρανούς σου καὶ κατάβηθι ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται主啊,求你使你的諸天下垂,親自降臨;求你摸山,山就冒煙。O Lord, bow down your heavens and come down; touch the mountains, and they will smoke.
144:6 ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς求你發出閃電,使他們四散;發出你的箭,使他們潰亂。Flash forth lightning, and you will scatter them; send out your arrows, and you will throw them into confusion.
144:7 ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν ἐκ χειρὸς υἱῶν ἀλλοτρίων求你從高天伸手救拔我,搭救我脫離大水,脫離外邦人之子的手。Send out your hand from on high; rescue me and deliver me out of many waters, out of the hand of foreigners' sons.
144:8 ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας他們的口說虛妄的話,他們的右手是行不義的右手。Whose mouth has spoken vanity, and whose right hand is a right hand of injustice.
144:9 ὁ θεός ᾠδὴν καινὴν ᾄσομαί σοι ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι神啊,我要向你唱新歌,用十弦的瑟向你歌頌。O God, I will sing a new song to you; on a ten-stringed harp I will make music to you.
144:10 τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς我要歌頌那將拯救賜給君王的,那救贖他僕人大衛脫離凶惡刀劍的。To him who gives salvation to kings, who redeems David his servant from an evil sword.
144:11 ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας求你搭救我,救我脫離外邦人之子的手;他們的口說虛妄的話,他們的右手是行不義的右手。Deliver me and rescue me out of the hand of foreigners' sons, whose mouth has spoken vanity and whose right hand is a right hand of injustice.
144:12 ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ他們的兒子如同新栽的樹苗,在幼年時就穩固;他們的女兒妝飾華美,周圍裝飾如同殿宇的樣式。Whose sons are like newly planted shoots, firmly set in their youth; whose daughters are beautified, adorned all around like the likeness of a temple.
144:13 τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν他們的倉房充盈,從這一樣湧出到那一樣;他們的羊多產,在他們的街道上繁衍增多。Their storehouses are full, overflowing from one kind to another; their sheep are prolific, multiplying in their streets.
144:14 οἱ βόες αὐτῶν παχεῖς οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν他們的牛肥壯;沒有籬笆倒塌,沒有缺口,他們的街上也沒有哀號。Their oxen are fat; there is no breaking down of a fence, no breach, no outcry in their streets.
144:15 ἐμακάρισαν τὸν λαόν ᾧ ταῦτά ἐστιν μακάριος ὁ λαός οὗ κύριος ὁ θεὸς αὐτοῦ他們稱有這些事的百姓為有福的。以主為神的百姓,才是有福的。They called blessed the people for whom these things are; blessed is the people whose God is the Lord.