便西拉智訓 第 6 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。不要在你心靈的籌算中高抬自己,免得你的性命像公牛一樣被撕裂。
6:2 μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου不要在你心靈的籌算中高抬自己,免得你的性命像公牛一樣被撕裂。Exalt not yourself in the counsel of your soul; That your soul be not torn in pieces as a bull:
6:3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν你要喫盡自己的葉子,毀掉自己的果子,使自己成為一棵枯乾的樹。You will eat up your leaves, and destroy your fruits, And leave yourself as a dry tree.
6:4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν邪惡的心靈必毀滅擁有它的人,使他成為仇敵譏笑的對象。A wicked soul will destroy him that has gotten it, And will make him a laughing stock to his enemies.
6:5 λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα甘甜的言語使人增添朋友,善言的舌頭使人多得親切的問候。Sweet words will multiply a man’s friends; And a fair-speaking tongue will multiply courtesies.
6:6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων與你和睦相處的人可以眾多,但作你謀士的,千人中也只當有一個。Let those that are at peace with you be many; But your counselors one of a thousand.
6:7 εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ你若要結交朋友,就要在試煉中結交他,不要急於信任他。If you would get you a friend, get him by proving, And be not in haste to trust him.
6:8 ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου因為有一種朋友只在順境時與你相好,到你患難之日卻不肯與你長久同在。For there is a friend that is so for his own occasion; And he will not continue in the day of your affliction.
6:9 καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει也有一種朋友轉為仇敵,並要揭露爭端來羞辱你。And there is a friend that turns to enmity; And he will discover strife to your reproach.
6:10 καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου還有一種朋友只是同席的伴侶,到你患難之日卻不肯與你長久同在。And there is a friend that is a companion at the table; And he will not continue in the day of your affliction.
6:11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται在你興盛時,他像你一樣自得,並向你的僕人放肆。And in your prosperity he will be as yourself, And will be bold over your servants:
6:12 ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται你若被貶低,他必與你為敵,並從你面前隱藏自己。If you shall be brought low, he will be against you, And will hide himself from your face.
6:13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε你要與仇敵分別,對朋友也要謹慎。Separate yourself from your enemies; And beware of your friends.
6:14 φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν忠信的朋友是堅固的庇護,尋得他的人就尋得了寶藏。A faithful friend is a strong defence; And he that has found him has found a treasure.
6:15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ忠信的朋友是無可交換的,他的美善無從衡量。There is nothing that can be taken in exchange for a faithful friend; And his excellency is beyond price.
6:16 φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν忠信的朋友是生命的良藥,敬畏主的人必能尋得他。A faithful friend is a medicine of life; And those who fear the Lord will find him.
6:17 ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ’ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ敬畏主的人能正確地引導他的友誼,因為他怎樣為人,他的鄰舍也是如此。He that fears the Lord directs his friendship aright; For as he is, so is his neighbor also.
6:18 τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν孩子啊,從你年幼時就要採納教誨,直到髮白之日,你必尋得智慧。My son, gather instruction from your youth up: And even to hoar hairs you will find wisdom.
6:19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς你要像耕田撒種的人一樣親近她,等候她美好的果子;因為你在耕耘她時只需稍稍勞苦,便很快能喫到她的出產。Come to her as one that plows and sows, And wait for her good fruits; For your toil will be little in the tillage of her, And you will eat of her fruits right soon.
6:20 ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος她對無學識的人是何等的崎嶇難行,沒有見識的人不能在她裡面持守。How exceeding harsh is she to the unlearned! And he that is without understanding will not abide in her.
6:21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν她像一塊試煉的重石壓在他身上,他便毫不遲延地將她拋棄。As a mighty stone of trial will she rest upon him; And he will not delay to cast her from him.
6:22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά因為智慧名實相符,她不向許多人顯明。For wisdom is according to her name; and she is not manifest to many.
6:23 ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου孩子啊,要側耳聽,接受我的見解,不要拒絕我的勸告。Give ear, my son, and accept my judgement, And refuse not my counsel,
6:24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου要把你的腳放入她的腳鐐,把你的頸項放入她的軛環。And bring your feet into her fetters, And your neck into her chain.
6:25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς要俯下你的肩膀去擔負她,不要因她的束縛而厭煩。Put your shoulder under her, and bear her, And be not grieved with her bonds.
6:26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς要全心親近她,竭盡全力謹守她的道路。Come to her with all your soul, And keep her ways with your whole power.
6:27 ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν你要尋訪查考,她必向你顯明;你既得著她,就不要放手。Search, and seek, and she will be made known to you; And when you have got hold of her, let her not go.
6:28 ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην因為你終必尋得她的安息,她也必轉而成為你的喜樂。For at the last you will find her rest; And she will be turned for you into gladness.
6:29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης她的腳鐐必成為你力量的遮蔽,她的軛環必成為你榮耀的袍子。And her fetters will be to you for a covering of strength, And her chains for a robe of glory.
6:30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ’ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον因為她身上有金的裝飾,她的束縛是紫藍的編帶。For there is a golden ornament upon her, And her bands are a riband of blue.
6:31 στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ你要把她當作榮耀的袍子穿上,當作歡騰的冠冕戴在頭上。You shall put her on as a robe of glory, And shall array you with her as a crown of rejoicing.
6:32 ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ孩子啊,你若願意,就必受教導;你若肯獻上心志,就必精明。My son, if you will, you shall be instructed; And if you will yield your soul, you will be prudent.
6:33 ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ你若喜愛聆聽,就必有所領受;你若側耳而聽,就必得智慧。If you love to hear, you will receive; And if you incline your ear, you will be wise.
6:34 ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι你要站在眾長者之中,誰有智慧,就當親近他。Stand you in the multitude of the elders; And whoso is wise, cleave you to him.
6:35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε凡屬神的教誨,你都要樂於聆聽,不要讓有見識的箴言從你溜走。Be willing to listen to every godly discourse; And don’t let the proverbs of understanding escape you.
6:36 ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου你若見有見識的人,就當清早去就近他,讓你的腳踏破他門前的臺階。If you see a man of understanding, get you betimes to him, And let your foot wear out the steps of his doors.
6:37 διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι你要默想主的律例,常常思想他的誡命;他必堅固你的心,並將你所渴慕的智慧賜給你。Let your mind dwell upon the ordinances of the Lord, And meditate continually in his commandments: He will establish your heart, And your desire of wisdom will be given to you.