箴言 第 25 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。以下是所羅門未經分類的訓誨,是猶大王希西家的朋友們所抄錄的。
25:1 αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας以下是所羅門未經分類的訓誨,是猶大王希西家的朋友們所抄錄的。These are the miscellaneous instructions of Solomon, which the friends of Hezekiah the king of Judea copied out.
25:2 δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα神的榮耀在乎隱藏事情,君王的榮耀在乎尊重事務。The glory of God conceals a matter, but the glory of a king honors affairs.
25:3 οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος天是高的,地是深的,君王的心卻是無法查究的。Heaven is high and the earth is deep, and the heart of a king is unsearchable.
25:4 τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν錘打未煉淨的銀子,它就要被煉得全然潔淨。Beat unrefined silver, and it will be cleansed wholly pure.
25:5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ從君王面前殺滅不敬虔的人,他的寶座就必在公義中堅立。Slay the ungodly from before the king, and his throne will be set upright in righteousness.
25:6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο不要在君王面前自誇,也不要站在權貴的地位上。Do not boast before a king, nor take your stand in the places of rulers.
25:7 κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε因為有人對你說「上到我這裡來」,比你在權貴面前被降卑更好。你眼睛所看見的,只管說出來。For it is better for you to be told, 'Come up to me', than to be humbled before a ruler. Tell what your eyes have seen.
25:8 μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος不要匆忙捲入爭鬥,免得到末了你的朋友羞辱你的時候,你就後悔。Do not rush quickly into a quarrel, lest you regret it at the last, when your friend reproaches you.
25:9 ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει要退後,不要藐視人。Withdraw back; do not be contemptuous.
25:10 μή σε ὀνειδίσῃ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ’ ἔσται σοι ἴση θανάτῳ χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως免得你的朋友羞辱你,你的爭鬥和仇恨也不離去,反倒與死亡相等。恩惠和友誼使人得自由;你要為自己持守這些,免得你成為被羞辱的人,卻要以和睦相處的態度謹守你的道路。lest your friend reproach you, and your quarrel and enmity do not depart, but become for you equal to death. Favor and friendship set a man free; keep these for yourself, that you may not become one reproached, but guard your ways so as to deal well with others.
25:11 μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον金蘋果嵌在紅瑪瑙的項鍊上;說出一句話來,也是這樣。A golden apple on a necklace of sardius — so is the speaking of a word.
25:12 εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς貴重的紅瑪瑙鑲在金耳環上;智慧的話語臨到肯聽的耳朵,也是這樣。A costly sardius is set in a golden earring — so is a wise word to an attentive ear.
25:13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ如同收割時的雪,在炎熱中使人得益;忠信的使者對打發他的人也是這樣,因為他使那些差用他之人的魂得著益處。As an issue of snow in harvest time benefits against the heat, so a faithful messenger benefits those who sent him; for he benefits the souls of those who employ him.
25:14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ風、雲和雨最是顯眼;那些因虛假的餽贈自誇的人也是這樣。As winds and clouds and rains are most conspicuous, so are those who boast of a false gift.
25:15 ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ君王因恆久忍耐而亨通,柔和的舌頭能折斷骨頭。In longsuffering there is prosperity for kings, and a soft tongue breaks bones.
25:16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃς你尋得蜜,就吃夠了便罷,免得吃飽了就吐出來。Having found honey, eat what is enough, lest being filled you vomit it up.
25:17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε你的腳要少進你朋友的家,免得他因你而生厭,就恨惡你。Bring your foot to your own friend but seldom, lest being filled with you he come to hate you.
25:18 ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ棍棒、刀劍和帶鉤的箭;作假見證陷害朋友的人也是這樣。A club and a sword and a barbed arrow — so also is a man who testifies false witness against his friend.
25:19 ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ惡人的牙齒和不法者的腳,必在災禍的日子滅亡。The tooth of an evil man and the foot of a lawless one will perish in an evil day.
25:20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν醋對傷口有害;照樣,臨到身體的痛楚也使心憂傷。如同蠹蟲之於衣服、蛀蟲之於木頭;照樣,人的憂傷也損害他的心。As vinegar is harmful to a wound, so a suffering that falls upon the body grieves the heart. As a moth to a garment and a worm to wood, so a man's grief harms his heart.
25:21 ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν你的仇敵若餓了,就給他食物吃;若渴了,就給他水喝。If your enemy hungers, feed him; if he thirsts, give him drink.
25:22 τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά你這樣行,就是把火炭堆在他的頭上;主也必以美善報答你。For in doing this you will heap coals of fire upon his head, and the Lord will repay you with good things.
25:23 ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει北風興起雲彩;厚顏無恥的臉激動舌頭。The north wind rouses up clouds, and a shameless face provokes the tongue.
25:24 κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ寧可住在房頂的角上,也不與好罵人的婦人同住一屋。It is better to dwell on a corner of the housetop than with a railing woman in a shared house.
25:25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν涼水對乾渴的魂是甘甜的;從遠方之地來的好消息也是這樣。As cold water is welcome to a thirsting soul, so is good news from a land far off.
25:26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς如同有人堵塞泉源、敗壞水的出口;義人在不敬虔之人面前跌倒,也是這樣不成體統。As if someone were to stop up a spring and spoil the outflow of water, so it is unseemly for a righteous man to have fallen before an ungodly one.
25:27 ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους多吃蜜不是好的;人卻該尊重榮耀的言語。To eat much honey is not good, but one ought to honor words of glory.
25:28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει城牆被拆毀、毫無屏障的城是怎樣,不憑謀算行事的人也是怎樣。As a city whose walls are thrown down and which is unwalled, so is a man who does anything without counsel.