詩篇 第 99 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的詩。主作王了,願萬民發怒;他坐在基路伯之上,願大地震動。
99:1 ψαλμὸς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σαλευθήτω ἡ γῆ大衛的詩。主作王了,願萬民發怒;他坐在基路伯之上,願大地震動。A psalm of David. The Lord reigned; let the peoples rage. He sits upon the cherubim; let the earth be shaken.
99:2 κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς主在錫安為大,他超乎萬民之上,至高無上。The Lord is great in Sion, and he is high above all the peoples.
99:3 ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν願他們稱謝你偉大的名,因為那名是可畏的,是聖的。Let them give thanks to your great name, for it is fearsome and holy.
99:4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ σὺ ἡτοίμασας εὐθύτητας κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας君王的尊榮喜愛公平;你預備了正直;你在雅各中施行了公平與公義。And a king's honour loves judgement; you prepared uprightness; you executed judgement and righteousness in Jacob.
99:5 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ ὅτι ἅγιός ἐστιν你們要尊崇主我們的神,在他的腳凳前敬拜,因為他是聖的。Exalt the Lord our God, and worship at the footstool of his feet, for he is holy.
99:6 Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν摩西和亞倫在他的祭司中,撒母耳在求告他名的人中;他們呼求了主,他就應允了他們。Moses and Aaron were among his priests, and Samuel among those who call upon his name; they called upon the Lord, and he listened to them.
99:7 ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς他在雲柱中對他們說話;他們遵守了他的法度和他所賜給他們的律例。He spoke to them in a pillar of cloud; they kept his testimonies and the decrees which he gave them.
99:8 κύριε ὁ θεὸς ἡμῶν σὺ ἐπήκουες αὐτῶν ὁ θεός σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν主我們的神啊,你常應允他們;神啊,你對他們是施恩赦免的,卻又報應他們一切的行徑。O Lord our God, you used to listen to them; O God, you became gracious to them, yet avenging upon all their practices.
99:9 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν你們要尊崇主我們的神,在他的聖山敬拜,因為主我們的神是聖的。Exalt the Lord our God, and worship at his holy mountain, for the Lord our God is holy.