馬太福音 第 26 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。耶穌說完了這一切的話,就對門徒說:
26:1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·耶穌說完了這一切的話,就對門徒說:When Jesus had finished all these words, he said to his disciples,
26:2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.「你們知道,過兩天是逾越節,人子將要被交給人,釘在十字架上。」“You know that after two days the Passover is coming, and the Son of Man will be delivered up to be crucified.”
26:3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,那時,祭司長和民間的長老聚集在大祭司稱為該亞法的院裏。Then the chief priests, the scribes, and the elders of the people were gathered together in the court of the high priest, who was called Caiaphas.
26:4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·大家商議要用詭計拿住耶穌,殺他,They took counsel together that they might take Jesus by deceit and kill him.
26:5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.只是說:「當節的日子不可,恐怕民間生亂。」But they said, “Not during the feast, lest a riot occur among the people.”
26:6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,耶穌在伯大尼長大痲瘋的西門家裏,Now when Jesus was in Bethany, in the house of Simon the leper,
26:7 προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.有一個女人拿着一玉瓶極貴的香膏來,趁耶穌坐席的時候,澆在他的頭上。a woman came to him having an alabaster jar of very expensive ointment, and she poured it on his head as he sat at the table.
26:8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;門徒看見就很不喜悅,說:「何用這樣的枉費呢!But when his disciples saw this, they were indignant, saying, “Why this waste?
26:9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.這香膏可以賣許多錢,賙濟窮人。」For this ointment might have been sold for much and given to the poor.”
26:10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ.耶穌看出他們的意思,就說:「為甚麼難為這女人呢?她在我身上做的是一件美事。However, knowing this, Jesus said to them, “Why do you trouble the woman? She has done a good work for me.
26:11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.因為常有窮人和你們同在;只是你們不常有我。For you always have the poor with you, but you don’t always have me.
26:12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.她將這香膏澆在我身上是為我安葬做的。For in pouring this ointment on my body, she did it to prepare me for burial.
26:13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.我實在告訴你們,普天之下,無論在甚麼地方傳這福音,也要述說這女人所行的,作個紀念。」Most certainly I tell you, wherever this Good News is preached in the whole world, what this woman has done will also be spoken of as a memorial of her.”
26:14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς當下,十二門徒裏有一個稱為加略人猶大的,去見祭司長,Then one of the twelve, who was called Judas Iscariot, went to the chief priests
26:15 εἶπεν· τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.說: 「我把他交給你們,你們願意給我多少錢?」他們就給了他三十塊錢。and said, “What are you willing to give me if I deliver him to you?” So they weighed out for him thirty pieces of silver.
26:16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.從那時候,他就找機會要把耶穌交給他們。From that time he sought opportunity to betray him.
26:17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;除酵節的第一天,門徒來問耶穌說:「你吃逾越節的筵席,要我們在哪裏給你預備?」Now on the first day of unleavened bread, the disciples came to Jesus, saying to him, “Where do you want us to prepare for you to eat the Passover?”
26:18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει· ὁ καιρός μου ἐγγύς ἐστιν, πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.耶穌說:「你們進城去,到某人那裏,對他說:『夫子說:我的時候快到了,我與門徒要在你家裏守逾越節。』」He said, “Go into the city to a certain person, and tell him, ‘The Teacher says, “My time is at hand. I will keep the Passover at your house with my disciples.”’”
26:19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.門徒遵着耶穌所吩咐的就去預備了逾越節的筵席。The disciples did as Jesus commanded them, and they prepared the Passover.
26:20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν.到了晚上,耶穌和十二個門徒坐席。Now when evening had come, he was reclining at the table with the twelve disciples.
26:21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.正吃的時候,耶穌說:「我實在告訴你們,你們中間有一個人要賣我了。」As they were eating, he said, “Most certainly I tell you that one of you will betray me.”
26:22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος· μήτι ἐγώ εἰμι, κύριε;他們就甚憂愁,一個一個地問他說:「主,是我嗎?」They were exceedingly sorrowful, and each began to ask him, “It isn’t me, is it, Lord?”
26:23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.耶穌回答說:「同我蘸手在盤子裏的,就是他要賣我。He answered, “He who dipped his hand with me in the dish will betray me.
26:24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ. οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.人子必要去世,正如經上指着他所寫的;但賣人子的人有禍了!那人不生在世上倒好。」The Son of Man goes even as it is written of him, but woe to that man through whom the Son of Man is betrayed! It would be better for that man if he had not been born.”
26:25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· μήτι ἐγώ εἰμι, ῥαββεί; λέγει αὐτῷ· σὺ εἶπας.賣耶穌的猶大問他說:「拉比,是我嗎?」耶穌說:「你說的是。」Judas, who betrayed him, answered, “It isn’t me, is it, Rabbi?” He said to him, “You said it.”
26:26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.他們吃的時候,耶穌拿起餅來,祝福,就擘開,遞給門徒,說:「你們拿着吃,這是我的身體」;As they were eating, Jesus took bread, gave thanks for it, and broke it. He gave to the disciples and said, “Take, eat; this is my body.”
26:27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·又拿起杯來,祝謝了,遞給他們,說:「你們都喝這個;He took the cup, gave thanks, and gave to them, saying, “All of you drink it,
26:28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.因為這是我立約的血,為多人流出來,使罪得赦。for this is my blood of the new covenant, which is poured out for many for the remission of sins.
26:29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.但我告訴你們,從今以後,我不再喝這葡萄汁,直到我在我父的國裏同你們喝新的那日子。」But I tell you that I will not drink of this fruit of the vine from now on, until that day when I drink it anew with you in my Father’s Kingdom.”
26:30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.他們唱了詩,就出來往橄欖山去。When they had sung a hymn, they went out to the Mount of Olives.
26:31 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.那時,耶穌對他們說:「今夜,你們為我的緣故都要跌倒。因為經上記着說: 我要擊打牧人, 羊就分散了。Then Jesus said to them, “All of you will be made to stumble because of me tonight, for it is written, ‘I will strike the shepherd, and the sheep of the flock will be scattered.’
26:32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.但我復活以後,要在你們以先往加利利去。」But after I am raised up, I will go before you into Galilee.”
26:33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.彼得說:「眾人雖然為你的緣故跌倒,我卻永不跌倒。」But Peter answered him, “Even if all will be made to stumble because of you, I will never be made to stumble.”
26:34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.耶穌說:「我實在告訴你,今夜雞叫以先,你要三次不認我。」Jesus said to him, “Most certainly I tell you that tonight, before the rooster crows, you will deny me three times.”
26:35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.彼得說:「我就是必須和你同死,也總不能不認你。」眾門徒都是這樣說。Peter said to him, “Even if I must die with you, I will not deny you.” All of the disciples also said likewise.
26:36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.耶穌同門徒來到一個地方,名叫客西馬尼,就對他們說:「你們坐在這裏,等我到那邊去禱告。」Then Jesus came with them to a place called Gethsemane, and said to his disciples, “Sit here, while I go there and pray.”
26:37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.於是帶着彼得和西庇太的兩個兒子同去,就憂愁起來,極其難過,He took with him Peter and the two sons of Zebedee, and began to be sorrowful and severely troubled.
26:38 τότε λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.便對他們說:「我心裏甚是憂傷,幾乎要死;你們在這裏等候,和我一同警醒。」Then Jesus said to them, “My soul is exceedingly sorrowful, even to death. Stay here and watch with me.”