箴言 第 7 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。我兒,要謹守我的話,把我的誡命珍藏在自己那裡。我兒,要尊榮主,你就必剛強;除他以外,不要懼怕別的。
7:1 υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον我兒,要謹守我的話,把我的誡命珍藏在自己那裡。我兒,要尊榮主,你就必剛強;除他以外,不要懼怕別的。My son, keep my words, and hide my commandments with yourself. My son, honor the Lord and you will be strong; and besides him fear no other.
7:2 φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων要謹守我的誡命,你就必存活;要保守我的話,如同保守眼中的瞳人。Keep my commandments and you will live, and keep my words like the pupils of your eyes.
7:3 περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου要把它們繫在你的指頭上,刻在你心的寬廣之處。Put them about your fingers, and inscribe them on the breadth of your heart.
7:4 εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ要說智慧是你的姊妹,又要為自己贏得明辨作熟識的良友,Say that wisdom is your sister, and gain prudence for yourself as an intimate friend,
7:5 ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται好使她保守你脫離外邦的惡婦,免得她用討好的言語把你攫住。That she may keep you from the strange and wicked woman, if she should assail you with ingratiating words.
7:6 ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα因為她從自己家中的窗戶往街上窺看,For from a window of her house she leans out toward the streets,
7:7 ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν看見愚昧少年人中一個缺乏見識的青年,And whomever she sees among the foolish youths—a young man lacking sense—
7:8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς正從她家巷道的轉角經過,Passing by the corner in the passageways near her house,
7:9 καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης在黃昏的黑暗中說話,正是夜間寂靜昏暗的時候。And speaking in the evening darkness, when the night is quiet and gloomy.
7:10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας那婦人出來迎接他,打扮得像妓女,她使少年人的心飛蕩。And the woman meets him, having the look of a harlot, who makes the hearts of young men fly away.
7:11 ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς她放蕩不羈,揮霍無度,她的腳在家中不得安靜;She is flighty and dissolute, and her feet do not stay quiet at home;
7:12 χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει她有時在外面遊蕩,有時在街上,在各個轉角埋伏。For a while she roams outside, and a while in the streets, lying in wait at every corner.
7:13 εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ於是她拉住他,與他親嘴,厚著臉皮對他說:Then she seized him and kissed him, and with a shameless face she said to him:
7:14 θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου「我有平安祭;今天我要還我所許的願。"I have a peace offering; today I am paying my vows.
7:15 ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε因此我出來迎接你,切慕見你的面,如今我尋見你了。For this reason I came out to meet you, longing for your face; and I have found you.
7:16 κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου我用繩帶繃緊我的床,又用埃及來的雙面毯鋪設它;I have strung my bed with cords, and spread it with double-piled rugs from Egypt;
7:17 διέρραγκα τὴν κοίτην μου κρόκῳ τὸν δὲ οἶκόν μου κινναμώμῳ我用番紅花灑我的臥榻,用肉桂薰我的房屋。I have sprinkled my couch with saffron, and my house with cinnamon.
7:18 ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι你來,我們好享受愛情直到天亮;來吧,我們要沉浸在愛戀中;Come, and let us take our fill of love until dawn; come, let us wallow in love;
7:19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ πεπόρευται δὲ ὁδὸν μακρὰν因為我丈夫不在家,他出了遠門,For my husband is not at home; he has gone on a long journey,
7:20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ δῑ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ手裡拿著一包銀子,要過許多日子才回自己的家。」Taking a bag of silver in his hand; after many days he will return to his house."
7:21 ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν她用許多話把他引入歧途,又用嘴唇的套索使他觸礁沉淪。She led him astray with much talk, and with the nooses of her lips she drove him off course.
7:22 ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς他就懵懂地跟隨她,如同牛被牽去宰殺,又如狗被牽去上鎖鏈,And he followed her, gulled like a fool, as an ox is led to slaughter, and as a dog to fetters,
7:23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει或如鹿被箭射中肝臟;他急忙如飛鳥投入網羅,卻不知道這是關乎性命的奔跑。Or as a deer struck in the liver by an arrow; he hurries like a bird into a snare, not knowing that he runs for his life.
7:24 νῦν οὖν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου我兒,現在要聽我,留心我口中的話語。Now therefore, my son, hear me and attend to the words of my mouth.
7:25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου不要讓你的心偏向她的道路;Do not let your heart turn aside into her ways;
7:26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν因為她刺傷許多人,使他們倒下;被她殺害的更是不可勝數。For she has wounded and cast down many, and those she has slain are beyond number.
7:27 ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου她的家是通往陰間的路,直下到死亡的內室。Her house is the ways of Hades, leading down to the chambers of death.