民數記 第 31 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。主對摩西說:
31:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων主對摩西說:And the Lord spoke to Moses, saying:
31:2 ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ισραηλ ἐκ τῶν Μαδιανιτῶν καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου你要在米甸人身上為以色列子孫報仇,末了你要歸到你本民那裡。Avenge the vengeance of the sons of Israel on the Madianites, and last you shall be added to your people.
31:3 καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας παρατάξασθαι ἔναντι κυρίου ἐπὶ Μαδιαν ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιαν摩西對百姓說:你們中間要有人帶兵器出去,在主面前擺陣攻擊米甸,把主的報應加給米甸。And Moses spoke to the people, saying: Arm men from among you to set in array before the Lord against Madian, to repay the vengeance from the Lord upon Madian.
31:4 χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς ἐκ πασῶν φυλῶν Ισραηλ ἀποστείλατε παρατάξασθαι以色列眾支派中,每支派一千人,每支派一千人,你們要打發他們去擺陣。A thousand from a tribe, a thousand from a tribe, from all the tribes of Israel, send them to set in array.
31:5 καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ισραηλ χιλίους ἐκ φυλῆς δώδεκα χιλιάδες ἐνωπλισμένοι εἰς παράταξιν於是從以色列的千萬人中,每支派點出一千人,共一萬二千人,都帶著兵器準備擺陣。And they counted out from the thousands of Israel a thousand from a tribe, twelve thousand armed for battle array.
31:6 καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς χιλίους ἐκ φυλῆς σὺν δυνάμει αὐτῶν καὶ Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν摩西就打發他們去,每支派一千人,每支派一千人,連同他們的軍隊,又打發祭司亞倫的孫子、以利亞撒的兒子非尼哈同去;聖所的器皿和報信號的號筒都在他們手中。And Moses sent them, a thousand from a tribe, a thousand from a tribe, with their force, and Phinees son of Eleazar son of Aaron the priest; and the holy vessels and the trumpets of the signals were in their hands.
31:7 καὶ παρετάξαντο ἐπὶ Μαδιαν καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν他們就照主所吩咐摩西的,擺陣攻擊米甸,殺了所有的男丁。And they set in array against Madian, just as the Lord commanded Moses, and they killed every male.
31:8 καὶ τοὺς βασιλεῖς Μαδιαν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν καὶ τὸν Ευιν καὶ τὸν Σουρ καὶ τὸν Ροκομ καὶ τὸν Ουρ καὶ τὸν Ροβοκ πέντε βασιλεῖς Μαδιαν καὶ τὸν Βαλααμ υἱὸν Βεωρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν他們殺了米甸的諸王,連同被殺的人,就是以雲、蘇珥、羅康、烏珥、羅波,米甸的五王;又用刀殺了比珥的兒子巴蘭,也是連同被殺的人。And they killed the kings of Madian along with their slain: Euin and Sour and Rokom and Our and Robok, five kings of Madian; and Balaam son of Beor they killed with the sword along with their slain.
31:9 καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιαν καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔγκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν他們擄掠了米甸的婦女和他們的家眷,又擄了他們的牲畜、他們一切的財物和他們的軍力。And they plundered the women of Madian and their household and their livestock and all their possessions; and they plundered their force.
31:10 καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί又用火焚燒了他們住處中的一切城邑和他們的營寨。And all their cities that were among their dwellings, and their encampments, they burned with fire.
31:11 καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους他們把一切擄物和一切掠物,從人到牲畜,都取了去。And they took all the plunder and all their spoils, from human to beast.
31:12 καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω他們把俘虜、掠物和擄物,帶到摩押的亞拉伯、約但河邊、耶利哥對面的營中,交給摩西和祭司以利亞撒,並以色列的眾子孫。And they brought to Moses and to Eleazar the priest and to all the sons of Israel the captivity and the spoils and the plunder, into the camp, into Araboth Moab, which is by the Jordan opposite Jericho.
31:13 καὶ ἐξῆλθεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς摩西和祭司以利亞撒並會眾的眾首領,都出到營外迎接他們。And Moses went out, and Eleazar the priest and all the rulers of the congregation, to meet them outside the camp.
31:14 καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου摩西向軍隊的官長,就是從戰爭的陣上回來的千夫長和百夫長,發怒。And Moses was angry with the overseers of the force, the commanders of thousands and the commanders of hundreds, who came from the battle array of the war.
31:15 καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ摩西對他們說:你們為什麼存留所有的女子活著呢?And Moses said to them: Why did you take alive every female?
31:16 αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ κυρίου因為這些婦女照巴蘭的話,曾使以色列子孫背離,輕忽主的話,是因毗珥的緣故;瘟疫就臨到主的會眾中。For these were to the sons of Israel, according to the word of Balaam, a cause to make them depart and to disregard the word of the Lord, on account of Phogor; and the plague came upon the congregation of the Lord.
31:17 καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε如今在一切擄獲的人中,所有的男丁你們都要殺了;凡已與男人同寢的女子,你們也都要殺了。And now kill every male among all the chattel, and every woman who has known the bed of a male, kill.
31:18 πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος ζωγρήσατε αὐτάς婦女中一切擄獲的,凡不曉得與男人同寢的,你們可以為自己留她們活著。All the chattel of the women who has not known the bed of a male, take them alive for yourselves.
31:19 καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας πᾶς ὁ ἀνελὼν καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν你們要在營外安營七天;凡殺過人的和凡摸過被殺之人的,都要在第三日和第七日潔淨自己,你們和你們的俘虜都要如此。And you, encamp outside the camp seven days; everyone who has killed and everyone who touches the slain shall purify himself on the third day and on the seventh day, you and your captivity.
31:20 καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγείας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε凡衣服、凡皮製的器具、凡用山羊毛作的物件、凡木器,你們都要潔淨。And every garment and every vessel of skin and every work of goat's hair and every wooden vessel you shall purify.
31:21 καὶ εἶπεν Ελεαζαρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν κύριος τῷ Μωυσῇ祭司以利亞撒對那些從戰爭的陣上回來的軍兵說:這就是主所吩咐摩西的律法典章。And Eleazar the priest said to the men of the force who came from the battle array of the war: This is the ordinance of the law which the Lord ordered Moses.
31:22 πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου惟有金子、銀子、銅、鐵、鉛、錫,Only the gold and the silver and bronze and iron and lead and tin—
31:23 πᾶν πρᾶγμα ὃ διελεύσεται ἐν πυρί καὶ καθαρισθήσεται ἀλλ’ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός διελεύσεται δῑ ὕδατος凡能經火的物件,也要潔淨,只是仍要用潔淨的水潔淨它;凡不經火的,都要經水。every thing that shall pass through fire shall also be cleansed, but it shall be purified with the water of purification; and everything that does not pass through fire shall pass through water.
31:24 καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ καθαρισθήσεσθε καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν第七日你們要洗衣服,就潔淨了,然後才可以進營。And you shall wash your garments on the seventh day and shall be cleansed, and after these things you shall enter into the camp.
31:25 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων主對摩西說:And the Lord spoke to Moses, saying:
31:26 λαβὲ τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας ἀπὸ ἀνθρώπου ἕως κτήνους σὺ καὶ Ελεαζαρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς你和祭司以利亞撒並會眾各宗族的首領,要取所擄掠之物的總數,從人到牲畜;Take the sum of the spoils of the captivity, from human to beast, you and Eleazar the priest and the rulers of the ancestral houses of the congregation.
31:27 καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς你們要把掠物分在那出去擺陣的戰士與全會眾之間。And you shall divide the spoils between the warriors who went out into the battle array and all the congregation.