馬可福音·馬可福音 第 1 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。上帝的兒子,耶穌基督福音的起頭。
1:1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,上帝的兒子,耶穌基督福音的起頭。The beginning of the Good News of Jesus Christ, the Son of God.
1:2 καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·正如先知以賽亞 書上記着說: 看哪,我要差遣我的使者在你前面, 預備道路。As it is written in the prophets, “Behold, I send my messenger before your face, who will prepare your way before you:
1:3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.在曠野有人聲喊着說: 預備主的道, 修直他的路。the voice of one crying in the wilderness, ‘Make ready the way of the Lord! Make his paths straight!’”
1:4 ἐγένετο Ἰωάννης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.照這話,約翰來了,在曠野施洗,傳悔改的洗禮,使罪得赦。John came baptizing in the wilderness and preaching the baptism of repentance for forgiveness of sins.
1:5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμεῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.猶太全地和耶路撒冷的人都出去到約翰那裏,承認他們的罪,在約旦河裏受他的洗。All the country of Judea and all those of Jerusalem went out to him. They were baptized by him in the Jordan river, confessing their sins.
1:6 καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.約翰穿駱駝毛的衣服,腰束皮帶,吃的是蝗蟲、野蜜。John was clothed with camel’s hair and a leather belt around his waist. He ate locusts and wild honey.
1:7 καὶ ἐκήρυσσεν λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·他傳道說:「有一位在我以後來的,能力比我更大,我就是彎腰給他解鞋帶也是不配的。He preached, saying, “After me comes he who is mightier than I, the strap of whose sandals I am not worthy to stoop down and loosen.
1:8 ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.我是用水給你們施洗,他卻要用聖靈給你們施洗。」I baptized you in water, but he will baptize you in the Holy Spirit.”
1:9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.那時,耶穌從加利利的拿撒勒來,在約旦河裏受了約翰的洗。In those days, Jesus came from Nazareth of Galilee, and was baptized by John in the Jordan.
1:10 καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν.他從水裏一上來,就看見天裂開了,聖靈彷彿鴿子,降在他身上。Immediately coming up from the water, he saw the heavens parting and the Spirit descending on him like a dove.
1:11 καὶ φωνὴ ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.又有聲音從天上來,說:「你是我的愛子,我喜悅你。」A voice came out of the sky, “You are my beloved Son, in whom I am well pleased.”
1:12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.聖靈就把耶穌催到曠野裏去。Immediately the Spirit drove him out into the wilderness.
1:13 καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.他在曠野四十天,受撒但的試探,並與野獸同在一處,且有天使來伺候他。He was there in the wilderness forty days, tempted by Satan. He was with the wild animals; and the angels were serving him.
1:14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ,約翰下監以後,耶穌來到加利利,宣傳上帝的福音,Now after John was taken into custody, Jesus came into Galilee, preaching the Good News of God’s Kingdom,
1:15 ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.說:「日期滿了,上帝的國近了。你們當悔改,信福音!」and saying, “The time is fulfilled, and God’s Kingdom is at hand! Repent, and believe in the Good News.”
1:16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλεεῖς.耶穌順着加利利的海邊走,看見西門和西門的兄弟安得烈在海裏撒網;他們本是打魚的。Passing along by the sea of Galilee, he saw Simon and Andrew, the brother of Simon, casting a net into the sea, for they were fishermen.
1:17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.耶穌對他們說:「來跟從我,我要叫你們得人如得魚一樣。」Jesus said to them, “Come after me, and I will make you into fishers for men.”
1:18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.他們就立刻捨了網,跟從了他。Immediately they left their nets, and followed him.
1:19 καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,耶穌稍往前走,又見西庇太的兒子雅各和雅各的兄弟約翰在船上補網。Going on a little further from there, he saw James the son of Zebedee, and John his brother, who were also in the boat mending the nets.
1:20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.耶穌隨即招呼他們,他們就把父親西庇太和雇工人留在船上,跟從耶穌去了。Immediately he called them, and they left their father, Zebedee, in the boat with the hired servants, and went after him.
1:21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν.到了迦百農,耶穌就在安息日進了會堂教訓人。They went into Capernaum, and immediately on the Sabbath day he entered into the synagogue and taught.
1:22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.眾人很希奇他的教訓;因為他教訓他們,正像有權柄的人,不像文士。They were astonished at his teaching, for he taught them as having authority, and not as the scribes.
1:23 Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν在會堂裏,有一個人被污鬼附着。他喊叫說:Immediately there was in their synagogue a man with an unclean spirit, and he cried out,
1:24 λέγων· τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς· οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.「拿撒勒人耶穌,我們與你有甚麼相干?你來滅我們嗎?我知道你是誰,乃是上帝的聖者。」saying, “Ha! What do we have to do with you, Jesus, you Nazarene? Have you come to destroy us? I know who you are: the Holy One of God!”
1:25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.耶穌責備他說:「不要作聲!從這人身上出來吧。」Jesus rebuked him, saying, “Be quiet, and come out of him!”
1:26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.污鬼叫那人抽了一陣瘋,大聲喊叫,就出來了。The unclean spirit, convulsing him and crying with a loud voice, came out of him.
1:27 καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν αὐτοὺς λέγοντας· τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ’ ἐξουσίαν· καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.眾人都驚訝,以致彼此對問說:「這是甚麼事?是個新道理啊!他用權柄吩咐污鬼,連污鬼也聽從了他。」They were all amazed, so that they questioned among themselves, saying, “What is this? What can this new doctrine be? For with authority he commands even the unclean spirits, and they obey him!”
1:28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.耶穌的名聲就傳遍了加利利的四方。The report of him went out immediately into all the region of Galilee and its surrounding area.
1:29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.他們一出會堂,就同着雅各、約翰,進了西門和安得烈的家。Immediately, when they had come out of the synagogue, they came into the house of Simon and Andrew, with James and John.
1:30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.西門的岳母正害熱病躺着,就有人告訴耶穌。Now Simon’s wife’s mother lay sick with a fever, and immediately they told him about her.
1:31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.耶穌進前拉着她的手,扶她起來,熱就退了,她就服事他們。He came and took her by the hand and raised her up. The fever left her immediately, and she served them.
1:32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·天晚日落的時候,有人帶着一切害病的,和被鬼附的,來到耶穌跟前。At evening, when the sun had set, they brought to him all who were sick and those who were possessed by demons.
1:33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.合城的人都聚集在門前。All the city was gathered together at the door.
1:34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.耶穌治好了許多害各樣病的人,又趕出許多鬼,不許鬼說話,因為鬼認識他。He healed many who were sick with various diseases and cast out many demons. He didn’t allow the demons to speak, because they knew him.
1:35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.次日早晨,天未亮的時候,耶穌起來,到曠野地方去,在那裏禱告。Early in the morning, while it was still dark, he rose up and went out, and departed into a deserted place, and prayed there.
1:36 καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ’ αὐτοῦ,西門和同伴追了他去,Simon and those who were with him searched for him.
1:37 καὶ εὗρον αὐτὸν, καὶ λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.遇見了就對他說:「眾人都找你。」They found him and told him, “Everyone is looking for you.”
1:38 καὶ λέγει αὐτοῖς· ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα κἀκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.耶穌對他們說:「我們可以往別處去,到鄰近的鄉村,我也好在那裏傳道,因為我是為這事出來的。」He said to them, “Let’s go elsewhere into the next towns, that I may preach there also, because I came out for this reason.”
1:39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.於是在加利利全地,進了會堂,傳道,趕鬼。He went into their synagogues throughout all Galilee, preaching and casting out demons.
1:40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.有一個長大痲瘋的來求耶穌,向他跪下,說:「你若肯,必能叫我潔淨了。」A leper came to him, begging him, kneeling down to him, and saying to him, “If you want to, you can make me clean.”
1:41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει· θέλω, καθαρίσθητι.耶穌動了慈心,就伸手摸他,說:「我肯,你潔淨了吧!」Being moved with compassion, he stretched out his hand, and touched him, and said to him, “I want to. Be made clean.”
1:42 καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθερίσθη.大痲瘋即時離開他,他就潔淨了。When he had said this, immediately the leprosy departed from him and he was made clean.
1:43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν,耶穌嚴嚴地囑咐他,就打發他走,He strictly warned him and immediately sent him out,
1:44 καὶ λέγει αὐτῷ· ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.對他說:「你要謹慎,甚麼話都不可告訴人,只要去把身體給祭司察看,又因為你潔淨了,獻上摩西所吩咐的禮物,對眾人作證據。」and said to him, “See that you say nothing to anybody, but go show yourself to the priest and offer for your cleansing the things which Moses commanded, for a testimony to them.”
1:45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι εἰς πόλιν φανερῶς εἰσελθεῖν, ἀλλ’ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.那人出去,倒說許多的話,把這件事傳揚開了,叫耶穌以後不得再明明地進城,只好在外邊曠野地方。人從各處都就了他來。But he went out, and began to proclaim it much, and to spread about the matter, so that Jesus could no more openly enter into a city, but was outside in desert places. People came to him from everywhere.