哥林多前書·哥林多前書 第 3 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。弟兄們,我從前對你們說話,不能把你們當作屬靈的,只得把你們當作屬肉體,在基督裏為嬰孩的。
3:1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.弟兄們,我從前對你們說話,不能把你們當作屬靈的,只得把你們當作屬肉體,在基督裏為嬰孩的。Brothers, I couldn’t speak to you as to spiritual, but as to fleshly, as to babies in Christ.
3:2 γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε·我是用奶餵你們,沒有用飯餵你們。那時你們不能吃,就是如今還是不能。I fed you with milk, not with solid food, for you weren’t yet ready. Indeed, you aren’t ready even now,
3:3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;你們仍是屬肉體的,因為在你們中間有嫉妒、紛爭,這豈不是屬乎肉體、照着世人的樣子行嗎?for you are still fleshly. For insofar as there is jealousy, strife, and factions among you, aren’t you fleshly, and don’t you walk in the ways of men?
3:4 ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;有說:「我是屬保羅的」;有說:「我是屬亞波羅的。」這豈不是你們和世人一樣嗎?For when one says, “I follow Paul,” and another, “I follow Apollos,” aren’t you fleshly?
3:5 τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.亞波羅算甚麼?保羅算甚麼?無非是執事,照主所賜給他們各人的,引導你們相信。Who then is Apollos, and who is Paul, but servants through whom you believed, and each as the Lord gave to him?
3:6 ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν·我栽種了,亞波羅澆灌了,惟有上帝叫他生長。I planted. Apollos watered. But God gave the increase.
3:7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός.可見栽種的,算不得甚麼,澆灌的,也算不得甚麼;只在那叫他生長的上帝。So then neither he who plants is anything, nor he who waters, but God who gives the increase.
3:8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον.栽種的和澆灌的,都是一樣,但將來各人要照自己的工夫得自己的賞賜。Now he who plants and he who waters are the same, but each will receive his own reward according to his own labor.
3:9 θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.因為我們是與上帝同工的;你們是上帝所耕種的田地,所建造的房屋。For we are God’s fellow workers. You are God’s farming, God’s building.
3:10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·我照上帝所給我的恩,好像一個聰明的工頭,立好了根基,有別人在上面建造;只是各人要謹慎怎樣在上面建造。According to the grace of God which was given to me, as a wise master builder I laid a foundation, and another builds on it. But let each man be careful how he builds on it.
3:11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.因為那已經立好的根基就是耶穌基督,此外沒有人能立別的根基。For no one can lay any other foundation than that which has been laid, which is Jesus Christ.
3:12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,若有人用金、銀、寶石、草木、禾稭在這根基上建造,But if anyone builds on the foundation with gold, silver, costly stones, wood, hay, or straw,
3:13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει.各人的工程必然顯露,因為那日子要將它表明出來,有火發現;這火要試驗各人的工程怎樣。each man’s work will be revealed. For the Day will declare it, because it is revealed in fire; and the fire itself will test what sort of work each man’s work is.
3:14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται·人在那根基上所建造的工程若存得住,他就要得賞賜。If any man’s work remains which he built on it, he will receive a reward.
3:15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.人的工程若被燒了,他就要受虧損,自己卻要得救;雖然得救,乃像從火裏經過的一樣。If any man’s work is burned, he will suffer loss, but he himself will be saved, but as through fire.
3:16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;豈不知你們是上帝的殿,上帝的靈住在你們裏頭嗎?Don’t you know that you are God’s temple and that God’s Spirit lives in you?
3:17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.若有人毀壞上帝的殿,上帝必要毀壞那人;因為上帝的殿是聖的,這殿就是你們。If anyone destroys God’s temple, God will destroy him; for God’s temple is holy, which you are.
3:18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.人不可自欺。你們中間若有人在這世界自以為有智慧,倒不如變作愚拙,好成為有智慧的。Let no one deceive himself. If anyone thinks that he is wise among you in this world, let him become a fool that he may become wise.
3:19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·因這世界的智慧,在上帝看是愚拙。如經上記着說:「主叫有智慧的,中了自己的詭計」;For the wisdom of this world is foolishness with God. For it is written, “He has taken the wise in their craftiness.”
3:20 καὶ πάλιν, κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.又說:「主知道智慧人的意念是虛妄的。」And again, “The Lord knows the reasoning of the wise, that it is worthless.”
3:21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,所以無論誰,都不可拿人誇口,因為萬有全是你們的。Therefore let no one boast in men. For all things are yours,
3:22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν,或保羅,或亞波羅,或磯法,或世界,或生,或死,或現今的事,或將來的事,全是你們的;whether Paul, or Apollos, or Cephas, or the world, or life, or death, or things present, or things to come. All are yours,
3:23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.並且你們是屬基督的,基督又是屬上帝的。and you are Christ’s, and Christ is God’s.