馬加比一書 第 3 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。他的兒子猶大,又稱馬加比的,接續他興起。
3:1 καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ他的兒子猶大,又稱馬加比的,接續他興起。And his son Judas, who was called Maccabaeus, rose up in his stead.
3:2 καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ’ εὐφροσύνης他的眾弟兄和一切歸附他父親的人都幫助他,他們歡歡喜喜地為以色列爭戰。And all his kindred helped him, and so did all those who clave to his father, and they fought with gladness the battle of Israel.
3:3 καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ他擴大了他百姓的榮耀,披上鎧甲,如同勇士,束上他的兵器,列陣作戰,用刀劍護衛軍營。And he got his people great glory, and put on a breastplate as a giant, and girded his warlike harness about him, and set battles in array, protecting the army with his sword.
3:4 καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν他在他的行為上像獅子,又如獅子的幼崽吼叫著撲向獵物。And he was like a lion in his deeds, and as a lion’s whelp roaring for prey.
3:5 καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν他搜尋追趕不法之徒,焚滅那擾害他百姓的人。And he pursued the lawless, seeking them out, and he burned up those that troubled his people.
3:6 καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ不法之徒因懼怕他而退縮,一切作惡的人都驚惶不安,拯救在他手中亨通。And the lawless shrunk for fear of him, and all the workers of lawlessness were sore troubled, and salvation prospered in his hand.
3:7 καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν他激怒了許多王,又以他的作為使雅各歡喜,他的記念直到永遠,蒙人稱頌。And he angered many kings, and made Jacob glad with his acts, and his memorial is blessed forever.
3:8 καὶ διῆλθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ他走遍猶大各城,從其中除滅不敬虔的人,使烈怒轉離以色列。And he went about among the cities of Judah, and destroyed the ungodly out of the land, and turned away wrath from Israel:
3:9 καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους他的名傳到地極,他招聚那些將要滅亡的人。and he was renowned to the utmost part of the earth, and he gathered together such as were ready to perish.
3:10 καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ亞波羅尼烏聚集了外邦人,又從撒瑪利亞召來大軍,要攻打以色列。And Apollonius gathered the Gentiles together, and a great army from Samaria, to fight against Israel.
3:11 καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον猶大知道了,就出去迎戰他,擊敗他,把他殺了。許多人被殺受傷而死,其餘的都逃跑了。And Judas perceived it, and he went forth to meet him, and struck him, and killed him: and many fell wounded to death, and the rest fled.
3:12 καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας他們奪取了他們的擄物,猶大取了亞波羅尼烏的刀,終身用它作戰。And they took their spoils, and Judas took the sword of Apollonius, and therewith he fought all his days.
3:13 καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον敘利亞軍隊的元帥西崙聽說猶大聚集了一羣人,並有忠信的會眾跟隨他出去作戰,And Seron, the commander of the army of Syria, heard say that Judas had gathered a gathering and a congregation of faithful men with him, and of such as went out to war;
3:14 καὶ εἶπεν ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως就說:「我要為自己揚名,在國中得榮耀。我要攻打猶大和跟隨他、藐視王命的人。」And he said, I will make myself a name and get me glory in the kingdom; and I will fight against Judas and those who are with him, that set at nothing the word of the king.
3:15 καὶ προσέθετο καὶ ἀνέβη μετ’ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ於是有一支強盛的不敬虔之軍與他一同上去幫助他,要向以色列子民施行報復。And there went up with him also a mighty army of the ungodly to help him, to take vengeance on the children of Israel.
3:16 καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός他來到伯和崙的上坡近處,猶大就率領一小隊人出去迎戰他。And he came near to the going up of Bethhoron, and Judas went forth to meet him with a small company.
3:17 ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν εἶπον τῷ Ιουδα τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον那些人看見軍隊前來迎戰,就對猶大說:「我們人這麼少,怎能與這樣強大的羣眾爭戰呢?況且我們今日沒有喫東西,已經疲乏無力了。」But when they saw the army coming to meet them, they said to Judas, What? shall we be able, being a small company, to fight against so great and strong a multitude? and we for our part are faint, having tasted no food this day.
3:18 καὶ εἶπεν Ιουδας εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις猶大說:「許多人落在少數人手中是容易的事。在天面前,靠多人或少人施行拯救都是一樣。And Judas said, It is an easy thing for many to be shut up in the hands of a few; and with heaven it is all one, to save by many or by few:
3:19 ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν ἀλλ’ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς因為戰爭的得勝不在乎軍隊的多寡,乃在乎從天而來的力量。for victory in battle stands not in the multitude of an army; but strength is from heaven.
3:20 αὐτοὶ ἔρχονται ἐφ’ ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς他們充滿狂傲和不法前來攻擊我們,要除滅我們和我們的妻子兒女,掠奪我們;They come to us in fulness of insolence and lawlessness, to destroy us and our wives and our children, for to plunder us:
3:21 ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν但我們是為自己的性命和律例爭戰。but we fight for our lives and our laws.
3:22 καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν ὑμεῖς δὲ μὴ φοβεῖσθε ἀπ’ αὐτῶν他必在我們面前粉碎他們;至於你們,不要懼怕他們。」And he himself will discomfit them before our face: but as for you, be you⌃ not afraid of them.
3:23 ὡς δὲ ἐπαύσατο λαλῶν ἐνήλατο εἰς αὐτοὺς ἄφνω καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ他剛說完,就突然撲向他們,西崙和他的軍隊就在他面前潰敗了。Now when he had left off speaking, he leapt suddenly upon them, and Seron and his army were discomfited before him.
3:24 καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου καὶ ἔπεσον ἀπ’ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ他們在伯和崙的下坡追趕他們,直到平原,敵人中倒下了約八百人,其餘的都逃往非利士地去了。And they pursued them in the going down of Bethhoron to the plain, and there fell of them about eight hundred men; but the residue fled into the land of the Philistines.
3:25 καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν猶大和他弟兄們的威名開始傳開,對他們的懼怕臨到四圍的邦國。And the fear of Judas and his kindred, and the dread of them, began to fall upon the nations round about them:
3:26 καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔθνη他的名傳到王那裡,列國都述說猶大的戰績。and his name came near even to the king, and every nation told of the battles of Judas.
3:27 ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους ὠργίσθη θυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ παρεμβολὴν ἰσχυρὰν σφόδρα安提阿古王聽見這些話,就大發烈怒,差人聚集了他全國的一切軍隊,成為極其強盛的大軍。But when king Antiochus heard these words, he was full of indignation: and he sent and gathered together all the forces of his realm, an exceeding strong army.
3:28 καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν他打開府庫,發給軍隊一年的餉銀,並吩咐他們要為一切需要作好準備。And he opened his treasury, and gave his forces pay for a year, and commanded them to be ready for every need.
3:29 καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφ’ ἡμερῶν τῶν πρώτων他看見府庫中的銀子已經用盡,本地的賦稅又減少了,這是因為他在那地所造成的紛爭和禍患,要除掉自古以來就有的律例的緣故。And he saw that the money failed from his treasures, and that the tributes of the country were small, because of the dissension and plague which he had brought upon the land, to the end that he might take away the laws which had been from the first days;
3:30 καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν他懼怕自己不再像從前那樣豐足地有費用和賞賜可給人,因為他從前曾慷慨施捨,超過了他以前的列王。and he feared that he should not have enough as at other times for the charges and the gifts which he gave aforetime with a liberal hand, and he abounded above the kings that were before him.