耶利米書 第 27 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。主論到巴比倫所說的話。
27:1 λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα主論到巴比倫所說的話。The word of the Lord which he spoke against Babylon.
27:2 ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ你們要在列國中傳報,使人聽見,不要隱瞞。你們要說:巴比倫被攻取了,彼勒蒙羞了;那無所畏懼的、嬌養的,被交了出去——米羅達。Announce among the nations and make it heard, and do not hide it; say: Babylon has been captured, Bel has been put to shame; the undaunted one, the dainty one, has been handed over — Marodach.
27:3 ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους因為有一國從北方上來攻擊她;這國必使她的地變為荒場,其中無人居住,從人到牲畜都沒有。For a nation from the north has come up against her; it shall make her land a desolation, and there shall be no one dwelling in her, from human to beast.
27:4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες在那些日子、那時候,以色列人要來,他們和猶大人一同前來;他們要邊走邊哭,尋求主他們的神。In those days and at that time the sons of Israel shall come, they and the sons of Judah together; walking and weeping they shall go, seeking the Lord their God.
27:5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται他們要一路問到錫安的路,因為他們要向這裡定意前行;他們必來投靠主神,因為永遠的約必不被忘記。As far as Zion they shall ask the way, for here they shall set their face; and they shall come and take refuge with the Lord God, for an everlasting covenant shall not be forgotten.
27:6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο ἐπελάθοντο κοίτης αὐτῶν我的百姓成了迷失的羊,他們的牧人把他們趕散,使他們在山上走迷;他們從大山走到小山,忘了自己安歇之處。My people became lost sheep; their shepherds drove them out and led them astray onto the mountains; from mountain to hill they went; they forgot their resting place.
27:7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ’ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν凡遇見他們的都吞滅他們;他們的仇敵說:我們不要放過他們,因為他們得罪了主,就是公義的草場,得罪了那招聚他們列祖的主。All who found them were consuming them; their enemies said, 'Let us not spare them,' because they sinned against the Lord, the pasture of righteousness, against him who gathered their fathers.
27:8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων你們要從巴比倫中間、從迦勒底人之地分別出來,要出去,要像走在羊群前頭的蛇。Be separated from the midst of Babylon and from the land of the Chaldeans, and go out, and become like serpents before the sheep.
27:9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή因為看哪,我必激動列國的群眾從北方之地上來攻擊巴比倫;他們要擺陣攻擊她,她必從那裡被攻取。那箭如同精明勇士所射的,必不空空返回。For behold, I am raising up against Babylon gatherings of nations from the land of the north, and they shall array themselves against her; from there she shall be captured. Like the arrow of a skilled warrior, it shall not return empty.
27:10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται迦勒底必成為擄物,凡擄掠她的都必飽足。And Chaldea shall become plunder; all who plunder her shall be satisfied.
27:11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι因為你們搶奪我的產業時歡喜誇耀,因為你們像草地上的小牛犢跳躍,又像公牛牴觸。Because you rejoiced and boasted as you plundered my inheritance, because you skipped like little calves in the grass and gored like bulls.
27:12 ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος你們的母親極其蒙羞,那享美福的母親成了列國中末後的,成了曠野。Your mother has been utterly put to shame, the mother destined for good things; she is the last of the nations, a wilderness.
27:13 ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς因主的忿怒,她必無人居住,必全然成為荒場;凡經過巴比倫的都必愁容滿面,都要因她一切的創傷發出噓聲。Because of the Lord's wrath she shall not be inhabited, and she shall become wholly a desolation; and everyone passing through Babylon shall be gloomy and shall hiss at all her wounds.
27:14 παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ’ αὐτήν μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν凡拉弓的,你們都要在四圍擺陣攻擊巴比倫;向她射箭,不要愛惜你們的箭。Array yourselves against Babylon round about, all you who bend the bow; shoot at her, do not spare your arrows.
27:15 κατακροτήσατε ἐπ’ αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ’ αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ你們要向她鼓掌吶喊。她的手發軟,她的城垛倒塌,她的城牆被拆毀了,因為這是從神而來的報應。你們要向她報仇;她怎樣行,你們也要怎樣待她。Clap in triumph over her. Her hands are slackened, her bulwarks have fallen and her wall has been razed, for it is vengeance from God. Take vengeance on her; as she did, so do to her.
27:16 ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται你們要從巴比倫剪除種子,剪除收割時手拿鐮刀的人。為躲避希臘的刀劍,各人必歸回本族,各人必逃往本地。Destroy utterly the seed from Babylon, and him who holds a sickle at harvest time. Before the Greek sword each shall turn back to his own people, and each shall flee to his own land.
27:17 πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξῶσαν αὐτόν ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος以色列是迷失的羊,獅子把牠趕散。先前吞吃牠的是亞述王,後來這位巴比倫王又啃牠的骨頭。Israel is a straying sheep; lions drove him away. The first to devour him was the king of Assur, and this latter one, the king of Babylon, gnawed his bones.
27:18 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ所以主如此說:看哪,我必刑罰巴比倫王和他的地,像我從前刑罰亞述王一樣。Therefore thus says the Lord: Behold, I am punishing the king of Babylon and his land, just as I punished the king of Assur.
27:19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ我必使以色列歸回他的草場,他要在迦密、在以法蓮山、在基列吃草,他的心必得飽足。And I will restore Israel to his pasture, and he shall graze on Carmel and on Mount Ephraim and in Gilead, and his soul shall be satisfied.
27:20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθῶσιν ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς λέγει κύριος主說:在那些日子、那時候,人要尋找以色列的罪孽,卻沒有;要尋找猶大的罪,也必尋不著;因為我要憐恤地上所剩下的人。In those days and at that time they shall seek the wrongdoing of Israel, and there shall be none, and the sins of Judah, and they shall not be found; for I will be merciful to those left upon the land, says the Lord.
27:21 πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι你要兇猛地上去攻擊她,攻擊住在她那裡的人。刀劍哪,施行報應,除滅他們。這是主說的。你要照我所吩咐你的一切去行。Go up bitterly against her and against those who dwell upon her; take vengeance, O sword, and destroy, says the Lord, and do according to all that I command you.
27:22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων有爭戰的聲音,迦勒底人之地有大毀滅。A sound of war, and great destruction in the land of the Chaldeans.
27:23 πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν那全地的大鎚何竟被折斷、被打碎了!巴比倫在列國中何竟成了荒場!How the hammer of all the earth has been broken and shattered! How Babylon has become a desolation among the nations!