馬加比一書 第 4 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。高吉亞帶了五千步兵和一千精選的騎兵,趁夜啟程,
4:1 καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς高吉亞帶了五千步兵和一千精選的騎兵,趁夜啟程,And Gorgias took five thousand footmen, and a thousand chosen horse, and the army removed by night,
4:2 ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί要襲擊猶大人的營地,突然攻打他們,堡壘裡的人作他的嚮導。that it might fall upon the army of the Jews and strike them suddenly: and the men of the citadel were his guides.
4:3 καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους猶大聽見了,就和勇士們啟程,要攻擊那在以馬忤斯的王的軍隊,And Judas heard thereof, and removed, he and the valiant men, that he might strike the king’s army which was at Emmaus,
4:4 ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς趁那時敵軍尚分散在營外。while as yet the forces were dispersed from the camp.
4:5 καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν ὅτι εἶπεν φεύγουσιν οὗτοι ἀφ’ ἡμῶν高吉亞夜間來到猶大的營中,一個人也找不著,就在山中尋找他們,因為他說:「這些人是逃避我們了。」And Gorgias came into the camp of Judas by night, and found no man; and he sought them in the mountains; for he said, These men flee from us.
4:6 καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο天一亮,猶大就帶著三千人出現在平原上,只是他們沒有所願望的護身甲和刀劍。And as soon as it was day, Judas appeared in the plain with three thousand men: howbeit they had not armor nor swords to their minds.
4:7 καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν καὶ οὗτοι διδακτοὶ πολέμου他們看見外邦人的營堅固,全副武裝,又有騎兵四圍環繞,這些人都是熟習戰事的。And they saw the camp of the Gentiles strong and fortified, and horsemen compassing it round about; and these were expert in war.
4:8 καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε猶大對跟隨他的人說:「你們不要懼怕他們的人多,也不要因他們的衝勢而膽怯。And Judas said to the men that were with him, Fear you⌃ not their multitude, neither be you⌃ afraid of their onset.
4:9 μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει你們要記念我們的祖宗,在法老率軍追趕他們時,怎樣在紅海得了拯救。Remember how our fathers were saved in the Red sea, when Pharaoh pursued them with an army.
4:10 καὶ νῦν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον現在讓我們向天呼求,看他是否願意眷顧我們,記念與我們祖宗所立的約,在今日於我們面前粉碎這軍隊;And now let us cry to heaven, if he will have us, and will remember the covenant of our fathers, and destroy this army before our face today:
4:11 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ這樣,列國就都知道有一位救贖並拯救以色列的。」and all the Gentiles shall know that there is one who redeemeth and saves Israel.
4:12 καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας那些外族人舉目觀看,見他們迎面而來,And the strangers lifted up their eyes, and saw them coming near them:
4:13 καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου就出營迎戰。跟隨猶大的人吹起號筒,and they went out of the camp to battle. And those who were with Judas sounded their trumpets,
4:14 καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον彼此交鋒。外邦人潰敗了,逃往平原,and joined battle, and the Gentiles were discomfited, and fled into the plain.
4:15 οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους最後面的人全都倒在刀下。他們追趕他們直到基色,以及以土買、亞瑣都和雅麥尼亞的平原,敵人中倒下了約三千人。But all the hindmost fell by the sword: and they pursued them to Gazara, and to the plains of Idumaea and Azotus and Jamnia, and there fell of them about three thousand men.
4:16 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν猶大和他的軍隊停止追趕他們,回轉過來,And Judas and his army returned from pursuing after them,
4:17 καὶ εἶπεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τῶν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν他對百姓說:「你們不要貪戀擄物,因為還有戰事在我們面前。and he said to the people, Be not greedy of the spoils, inasmuch as there is a battle before us;
4:18 καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας高吉亞和他的軍隊就在我們附近的山上。如今你們要站穩,迎敵作戰,過後才放膽奪取擄物。」and Gorgias and his army are near to us in the mountain. But stand you⌃ now against our enemies, and fight against them, and afterwards take the spoils with boldness.
4:19 ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤφθη ἐκκύπτον ἐκ τοῦ ὄρους猶大的話還未說完,就有一隊人從山上探頭出來。While Judas was yet making an end of these words, there appeared a part of them looking out from the mountain:
4:20 καὶ εἶδεν ὅτι τετρόπωνται καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός高吉亞的人看見自己的軍隊已被擊潰,又見猶太人正焚燒營地,因為所看見的煙顯明瞭所發生的事,and they saw that their army had been put to flight, and that the Jews were burning the camp; for the smoke that was seen declared what was done.
4:21 οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν他們看見這些情形,就極其驚惶,又見猶大的軍隊在平原上已擺好戰陣,But when they perceived these things, they were sore afraid; and perceiving also the army of Judas in the plain ready for battle,
4:22 ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων就都逃往非利士地去了。they fled all of them into the land of the Philistines.
4:23 καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν猶大回去掠奪營地,他們奪得許多金子、銀子、藍色和海中所產的紫色布料,以及極大的財富。And Judas returned to plunder the camp, and they got much gold, and silver, and blue, and sea purple, and great riches.
4:24 καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ他們回去時歌唱,向天頌讚,因他本為善,他的慈愛永遠長存。And they returned home, and sang a song of thanksgiving, and gave praise to heaven; because his mercy is good, because his mercy endures forever.
4:25 καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ那日以色列得了大拯救。And Israel had a great deliverance that day.
4:26 ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα那些逃脫的外族人來見呂西亞,把所發生的一切事都報告了他。But the strangers, as many as had escaped, came and told Lysias all the things that had happened:
4:27 ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς ἐξέβη他聽見了,就驚惶喪膽,因為臨到以色列的事不如他所願的,王所吩咐他的事也沒有成就。but when he heard thereof, he was confounded and discouraged, because neither had such things as he would been done to Israel, nor had such things as the king commanded him come to pass.
4:28 καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς到了次年,他聚集了六萬精選步兵和五千騎兵,要征服他們。And in the next year he gathered together threescore thousand chosen footmen, and five thousand horse, that he might subdue them.
4:29 καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν他們來到以土買,在伯夙安營。猶大率領一萬人迎戰他們。And they came into Idumaea, and encamped at Bethsura; and Judas met them with ten thousand men.
4:30 καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν εὐλογητὸς εἶ ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ猶大看見敵軍強盛,就禱告說:「以色列的拯救者啊,你是當受稱頌的。你曾藉著你僕人大衛的手挫敗那勇士的衝勢,又把非利士人的軍隊交在掃羅的兒子約拿單和拿他兵器之人的手中。And he saw that the army was strong, and he prayed and said, Blessed are you, O Saviour of Israel, who did quell the onset of the mighty man by the hand of your servant David, and did deliver the army of the Philistines into the hands of Jonathan the son of Saul, and of his armor bearer:
4:31 οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν求你照樣把這軍隊交在你子民以色列的手中,使他們因自己的軍隊和騎兵蒙羞。shut up this army in the hand of your people Israel, and let them be ashamed for their army and their horsemen: