傳道書 第 1 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。傳道者的話語;他是大衛的兒子,在耶路撒冷作以色列的王。
1:1 ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυιδ βασιλέως Ισραηλ ἐν Ιερουσαλημ傳道者的話語;他是大衛的兒子,在耶路撒冷作以色列的王。The words of Ecclesiastes, son of David, king of Israel in Jerusalem.
1:2 ματαιότης ματαιοτήτων εἶπεν ὁ Ἐκκλησιαστής ματαιότης ματαιοτήτων τὰ πάντα ματαιότης虛空的虛空,傳道者說,虛空的虛空,萬事都是虛空。Vanity of vanities, said Ecclesiastes; vanity of vanities, all things are vanity.
1:3 τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον人在日光之下所勞碌的一切勞苦,於他有甚麼益處呢?What profit is there for a man in all his toil at which he toils under the sun?
1:4 γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν一代過去,一代又來,地卻永遠長存。A generation goes and a generation comes, but the earth stands forever.
1:5 καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει日頭升起,日頭落下,又拖曳著歸回自己的地方。The sun rises and the sun sets, and it draws on to its own place.
1:6 ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα它一升起,就往那裡去,往南行,又向北繞行;風盤旋又盤旋地行走,又循著自己的環路回轉。Rising, it goes there toward the south and circles toward the north; circling and circling the wind goes, and upon its circuits the wind returns.
1:7 πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη εἰς τόπον οὗ οἱ χείμαρροι πορεύονται ἐκεῖ αὐτοὶ ἐπιστρέφουσιν τοῦ πορευθῆναι一切江河都往海裡流,海卻不滿溢;江河往何處流,它們仍歸回那裡再流。All the torrents go into the sea, yet the sea is not being filled; to the place where the torrents go, there they return to go again.
1:8 πάντες οἱ λόγοι ἔγκοποι οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως萬語都令人厭倦,人不能說盡;眼看,看不飽;耳聽,也聽不足。All words are wearisome; a man will not be able to speak them. The eye is not satisfied with seeing, nor is the ear filled from hearing.
1:9 τί τὸ γεγονός αὐτὸ τὸ γενησόμενον καὶ τί τὸ πεποιημένον αὐτὸ τὸ ποιηθησόμενον καὶ οὐκ ἔστιν πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον已有的事,就是將有的事;已作的事,就是將作的事;日光之下並無新事。What has been is what shall be, and what has been done is what shall be done; and there is nothing new at all under the sun.
1:10 ὃς λαλήσει καὶ ἐρεῖ ἰδὲ τοῦτο καινόν ἐστιν ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν誰能開口說:看哪,這是新的?其實在我們以前的世代中早已有了。Who is there that will speak and say, “See, this is new”? It has already been in the ages that came before us.
1:11 οὐκ ἔστιν μνήμη τοῖς πρώτοις καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην先前的人無人記念;後來的人,在將來末後的世代中也必無人記念他們。There is no remembrance of the former ones; and of the last ones who come to be, there will be no remembrance for them among those who shall come at the last.
1:12 ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ我傳道者曾在耶路撒冷作以色列的王。I, Ecclesiastes, became king over Israel in Jerusalem.
1:13 καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γινομένων ὑπὸ τὸν οὐρανόν ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ我專心用智慧尋求查考天下所行的一切事;原來神把惡苦的煩擾交給世人,叫他們在其中忙亂。And I gave my heart to seek out and to examine by wisdom concerning all that is done under heaven; for God has given an evil distraction to the sons of man, to be distracted by it.
1:14 εἶδον σὺν πάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος我見了日光之下所作的一切工,看哪,全是虛空,都是風的抉擇。I saw all the works that have been done under the sun, and behold, all is vanity and a choice of wind.
1:15 διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι彎曲的不能修飾整齊,缺少的不能計算。What is crooked cannot be adorned, and what is lacking cannot be numbered.
1:16 ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ καὶ καρδία μου εἶδεν πολλά σοφίαν καὶ γνῶσιν我心裡說:看哪,我得了尊大,智慧又增添,勝過一切在我以前在耶路撒冷的人;我的心也多見了智慧和知識。I spoke in my heart, saying, “Behold, I have become great and have increased in wisdom beyond all who were before me in Jerusalem, and my heart has seen much wisdom and knowledge.”
1:17 καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν παραβολὰς καὶ ἐπιστήμην ἔγνων ὅτι καί γε τοῦτ’ ἔστιν προαίρεσις πνεύματος我又專心要認識智慧和知識、箴言和學問;我看出這也是風的抉擇。And I gave my heart to know wisdom and knowledge, parables and understanding; I knew that this too is a choice of wind.
1:18 ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως καὶ ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα因為智慧多,知識也多;增添知識的,就增添痛苦。For in a multitude of wisdom is a multitude of knowledge, and he who increases knowledge will increase pain.