詩篇 第 16 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的柱上題銘。主啊,求你保守我,因為我投靠了你。
16:1 στηλογραφία τῷ Δαυιδ φύλαξόν με κύριε ὅτι ἐπὶ σοὶ ἤλπισα大衛的柱上題銘。主啊,求你保守我,因為我投靠了你。An inscription on a pillar, to David. Guard me, O Lord, for in you I have hoped.
16:2 εἶπα τῷ κυρίῳ κύριός μου εἶ σύ ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις我對主說:你是我的主;我的美物你並不需要。I said to the Lord: You are my Lord, for you have no need of my good things.
16:3 τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς至於地上屬他的聖民,他使自己一切的旨意在他們身上顯為奇妙。As for the holy ones who are in his land, he made all his wishes marvellous among them.
16:4 ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν μετὰ ταῦτα ἐτάχυναν οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου他們的病痛增多了;此後他們就急速奔走。我必不聚集他們流血的聚會,也不用我的嘴唇題他們的名。Their weaknesses were multiplied; afterwards they hurried on. I will never gather their assemblies of blood, nor will I make mention of their names with my lips.
16:5 κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί主是我產業和我杯中的分;你是那位把我的產業歸還給我的。The Lord is the portion of my inheritance and of my cup; you are the one who restores my inheritance to me.
16:6 σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν量繩為我落在佳美之處;我的產業對我實在是最好的。The measuring lines fell to me among the best; indeed my inheritance is the best for me.
16:7 εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου我要頌讚那賜我悟性的主;就是到了夜間,我的肺腑也教導我。I will bless the Lord who gave me understanding; moreover even until night my kidneys instructed me.
16:8 προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ我常常看見主在我面前,因為他在我右邊,叫我不至動搖。I kept the Lord before me continually, for he is at my right hand, that I may not be shaken.
16:9 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι因此我的心歡喜,我的舌頭歡騰;我的肉身也要安居在盼望中;Therefore my heart was glad and my tongue exulted; moreover my flesh also will dwell in hope;
16:10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν因為你必不將我的魂撇在陰間,也不叫你的虔誠人見朽壞。for you will not abandon my soul to Hades, nor will you give your devout one to see corruption.
16:11 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος你已將生命的道路指示我;你必使我在你面前滿有歡樂;在你右手中有永遠的福樂。You made known to me the ways of life; you will fill me with gladness with your presence; delights are at your right hand forever.