但以理書 第 11 章(一),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。居魯士王元年,他吩咐我要剛強壯膽。 我在居魯士元年站立,得著權能和力量。
11:1 καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν居魯士王元年,他吩咐我要剛強壯膽。 我在居魯士元年站立,得著權能和力量。And in the first year of Cyrus the king he told me to be strong and to be manly. And I, in the first year of Cyrus, stood up for might and strength.
11:2 καὶ νῦν ἦλθον τὴν ἀλήθειαν ὑποδεῖξαί σοι ἰδοὺ τρεῖς βασιλεῖς ἀνθεστήκασιν ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων現在我來要把真理指示你。看哪,有三個王在波斯站立抵擋;第四王必大富,勝過眾人;他因自己的財富強盛的時候,就必起來攻擊希臘的每一個王。 現在我要把真理告訴你。看哪,還有三個王要在波斯興起;第四王必大富,勝過眾人;他掌握了自己的財富以後,就必起來攻擊希臘的一切國。And now I have come to show you the truth. Behold, three kings have withstood in Persia, and the fourth shall be rich with great riches beyond them all; and when he grows strong in his riches, he shall rise up against every king of the Greeks. And now I will announce the truth to you. Behold, yet three kings shall arise in Persia, and the fourth shall be rich with great riches beyond them all; and after he has gained mastery of his riches, he shall rise up against all the kingdoms of the Greeks.
11:3 καὶ στήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει καθὼς ἂν βούληται καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ必有一個大能的王站起來,大權治理,隨自己的意旨而行。 必有一個大能的王興起,大權治理,照自己的意願而行。And a mighty king shall stand up and shall rule with great dominion and shall do as he may wish. And a mighty king shall arise and shall rule with great dominion and shall do according to his will.
11:4 καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ ἣν ἐδυνάστευσε ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέρους διδάξει ταῦτα καὶ ὡς ἂν στῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ ἣν ἐκυρίευσεν ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων他興起的時候,他的國必破碎,向天的四風分開;不是照他的威力,也不是照他所掌的權柄;因為他的國必被除去,他還要把這些事教導別人。 他的國一立定,就必破碎,向天的四風分開;不歸於他的末後,也不照他所治理的權柄;因為他的國必被拔出,歸與這些人以外的別人。And when he has arisen, his kingdom shall be shattered and shall be divided toward the four winds of heaven, not according to his might nor according to the dominion he wielded; for his kingdom shall be removed, and he shall teach these things to others. And as soon as his kingdom stands, it shall be shattered and shall be divided toward the four winds of heaven, and not to his posterity nor according to the dominion he ruled; for his kingdom shall be plucked up, and to others besides these.
11:5 καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει δυναστεία μεγάλη ἡ δυναστεία αὐτοῦ καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ’ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ’ ἐξουσίας αὐτοῦ他必使埃及的國強盛;掌權的中間有一個必勝過他,大權治理,他的權柄必是極大的權柄。 南方王必強盛;他的首領中有一個必比他更強盛,在他的權下大權治理。And he shall strengthen the kingdom of Egypt; and one of the rulers shall prevail over him and shall rule with great dominion—his dominion shall be a great dominion. And the king of the south shall grow strong; and one of his rulers shall grow strong against him and shall rule with great dominion over his authority.
11:6 καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας καὶ οὐ μὴ κατισχύσῃ ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετ’ αὐτοῦ καὶ μενεῖ εἰς ὥρας καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς〔古希臘譯本〕到了年數的終結,他必領他們來;埃及王必進入北方的國,去立盟約,卻必不能得勝,因為他的膀臂立不住力量,他的膀臂必發麻,連同那些與他同行之人的膀臂也是如此;他必只存留片時。〔提奧多田譯本〕過了他的年日,他們必彼此聯合;南方王的女兒必來到北方王那裡,與他立盟約;她卻保不住膀臂的力量,他的後裔也必站立不住。她和那些帶她來的人,以及那少女和那在那些時候扶持她的人,都必被交出去。[Old Greek] And at the completion of years he will bring them, and the king of Egypt will enter the kingdom of the north to make treaties; and he will by no means prevail, for his arm will not maintain strength, and his arm will grow numb, and so the arms of those journeying with him; and he will remain only for hours. [Theodotion] And after his years they will ally with one another, and the daughter of the king of the south will come to the king of the north to make treaties with him; but she will not retain the strength of an arm, nor will his seed stand. And she will be handed over, and those who bring her, and the young woman, and he who strengthened her in those times.
11:7 καὶ ἀναστήσεται φυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καθ’ ἑαυτόν καὶ ἥξει ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει〔古希臘譯本〕必有一根苗從他的根而出,獨自興起;北方王必憑自己的力量來攻擊他的軍隊,必造成擾亂,並且得勝。〔提奧多田譯本〕必有一位從她根上的花中站起來,就是從他所立定的根基而出;他必來到那軍隊那裡,進入北方王的支撐之處,在他們中間有所作為,並且得勝。[Old Greek] And a shoot will arise from his root, by itself, and the king of the north will come against his army in his own strength, and he will cause tumult and prevail. [Theodotion] And one will stand up out of the flower of her root, out of the place established for him; and he will come against the army and enter the supports of the king of the north, and will deal with them and prevail.
11:8 καὶ τοὺς θεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιθυμημάτων αὐτῶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Αἴγυπτον καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ〔古希臘譯本〕他必推倒他們的神明,連同他們的鑄像,又擄去他們的群眾,連同他們所寶愛之物的器皿;他們必把銀子和金子擄掠帶到埃及去;北方王必有一年。〔提奧多田譯本〕連同他們的神明和他們的鑄像,並他們一切寶愛的金銀器皿,他都必隨同擄掠之物帶到埃及去;他自己也必高過北方王。[Old Greek] And he will overthrow their gods together with their molten images, and their throngs together with the vessels of the things they prize; the silver and the gold they will carry away into captivity to Egypt; and there will be a year for the king of the north. [Theodotion] And indeed their gods together with their molten images, every prized vessel of theirs of silver and of gold, he will carry with the captivity into Egypt; and he himself will stand above the king of the north.
11:9 καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ〔古希臘譯本〕他必進入埃及國多日,然後返回本地。〔提奧多田譯本〕他必進入南方王的國,然後返回本地。[Old Greek] And he will enter the kingdom of Egypt for days, and will return to his own land. [Theodotion] And he will enter the kingdom of the king of the south, and will turn back to his own land.
11:10 καὶ ὁ υἱὸς αὐτοῦ καὶ ἐρεθισθήσεται καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ καὶ εἰσελεύσεται κατ’ αὐτὴν κατασύρων παρελεύσεται καὶ ἐπιστρέψει καὶ παροξυνθήσεται ἐπὶ πολύ καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ〔古希臘譯本〕至於他的兒子——他必被激動,招聚大群的眾人,衝著那國而來,一路橫掃;他必經過,又必返回,並且大大被激怒。〔提奧多田譯本〕他的眾子必招聚許多軍隊的群眾;他必前來,如洪水漫過,又必經過,並且駐紮下來,一直交戰到他的堅固之處。[Old Greek] And his son — he will be provoked, and will gather an assembly of a great throng, and will come in against it, sweeping all along; he will pass through and return, and will be exasperated exceedingly. [Theodotion] And his sons will gather a throng of many forces, and he will come, coming on and flooding over, and will pass through and settle down, and will grapple as far as his stronghold.
11:11 καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ καὶ στήσει ὄχλον πολύν καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ〔古希臘譯本〕埃及王必發怒,與北方王爭戰;那大軍必被交在他手中。〔提奧多田譯本〕南方王必大發兇暴,出來與北方王爭戰;他必擺列大群的眾人,那群眾卻必被交在他手中。[Old Greek] And the king of Egypt will be enraged and will make war with the king of the north, and the assembled host will be delivered into his hands. [Theodotion] And the king of the south will turn savage and will go out and make war with the king of the north; and he will set up a great throng, yet the throng will be delivered into his hand.
11:12 καὶ λήψεται τὴν συναγωγήν καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθῇ καὶ λήμψεται τὸν ὄχλον καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει〔古希臘譯本〕他必擄取那大軍,他的心就高傲;他必攪擾許多人,卻總不懼怕。〔提奧多田譯本〕他必擄取那群眾,他的心就高傲;他必打倒數萬人,卻不能得勝。[Old Greek] And he will take the host, and his heart will be lifted up; and he will trouble many, yet he will by no means be afraid. [Theodotion] And he will take the throng, and his heart will be lifted up; and he will cast down tens of thousands, yet he will not prevail.
11:13 καὶ ἐπιστρέψει βασιλεὺς βορρᾶ καὶ συνάξει πόλεως συναγωγὴν μείζονα παρὰ τὴν πρώτην κατὰ συντέλειαν καιροῦ ἐνιαυτοῦ καὶ εἰσελεύσεται εἰς αὐτὴν ἐπ’ αὐτὸν ἐν ὄχλῳ πολλῷ καὶ ἐν χρήμασι πολλοῖς καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ〔古希臘譯本〕北方王必回來,招聚一城的大軍,比先前的更大;到了年期的終結,他必帶著大群的眾人和許多錢財,進入那城攻擊他。〔提奧多田譯本〕北方王必回來,率領比先前更多的群眾;到了年歲的末了,他必帶著大軍和許多財物前來入境。[Old Greek] And the king of the north will return and will gather the host of a city, greater than the first; at the completion of the season of a year he will enter into it against him with a great throng and with much money. [Theodotion] And the king of the north will return and will bring a throng greater than the former; and at the end of the seasons of years he will come on, entering in with great force and with much substance.
11:14 καὶ ἐν τοῖς καιροῖς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα τοῦ ἔθνους σου καὶ ἀναστήσεται εἰς τὸ ἀναστῆσαι τὴν προφητείαν καὶ προσκόψουσι καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν〔古希臘譯本〕在那些時候,必有種種謀算興起攻擊埃及王;他必重建你本族傾倒之處,並且興起,要使那預言立定,他們卻必絆跌。〔提奧多田譯本〕在那些時候,必有許多人起來攻擊南方王;你本族中那些敗類之子必高舉自己,要使異象立定,他們卻必衰弱。[Old Greek] And in those times designs will rise up against the king of Egypt; and he will rebuild what has fallen of your nation, and will rise up in order to establish the prophecy; but they will stumble. [Theodotion] And in those times many will rise up against the king of the south; and the sons of the pestilent ones of your people will exalt themselves in order to establish a vision; but they will grow weak.
11:15 καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τῶν δυναστῶν αὐτοῦ καὶ οὐκ ἔσται αὐτῷ ἰσχὺς εἰς τὸ ἀντιστῆναι αὐτῷ καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι〔古希臘譯本〕北方王必前來,掉轉他的槍矛,攻取那堅固城;埃及王的膀臂必與他的勇士一同站立,他卻沒有力量抵擋他。〔提奧多田譯本〕北方王必進來,傾倒土壘,攻取堅固城;南方王的膀臂必站立不住,他所揀選的人也必起來,卻沒有力量站得住。[Old Greek] And the king of the north will come on and will turn back his spears and will take the fortified city; and the arms of the king of Egypt will stand with his mighty men, yet he will have no strength to withstand him. [Theodotion] And the king of the north will come in and will pour out a siege mound and will capture fortified cities; and the arms of the king of the south will not stand, and his chosen men will rise up, yet there will be no strength to stand.