耶利米哀歌 第 3 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。我是那在他忿怒的杖下看見窮乏的人。
3:1 ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ’ ἐμέ我是那在他忿怒的杖下看見窮乏的人。I am the man who has seen poverty under the rod of his wrath against me.
3:2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς他帶走我,領我進入黑暗,不在光明中。He took me and led me away into darkness and not into light.
3:3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν他終日反覆伸手攻擊我。Indeed, against me he turned his hand all the day long.
3:4 ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν他使我的皮肉枯老,折斷我的骨頭。He has made my flesh and my skin waste away; he has broken my bones.
3:5 ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν他築壘攻擊我,環繞我的頭,使我困苦。He built up works against me; he encircled my head and wore me down.
3:6 ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος他使我住在黑暗之處,像久已死去的人。He made me dwell in dark places, like those long dead.
3:7 ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου他築牆圍住我,使我不能出去;他使我的銅鍊沉重。He walled me in so that I cannot go out; he made my bronze chain heavy.
3:8 καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου我雖哀求呼喊,他卻堵塞我的禱告。Even when I cry out and call for help, he shuts out my prayer.
3:9 ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν他堵住我的道路,攔阻我的路徑,使之混亂。He walled up my ways; he blocked my paths; he threw them into confusion.
3:10 ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις他向我如埋伏的熊,如在隱密處的獅子。To me he is a bear lying in wait, a lion in hiding.
3:11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην他追趕那離開的人,使我止住腳步,使我淒涼。He hunted down one who had turned away and brought me to a halt; he made me desolate.
3:12 ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος他張弓,把我立作箭靶。He bent his bow and set me up as a target for the arrow.
3:13 εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ他把箭袋中的箭射入我的肺腑。He drove the arrows of his quiver into my inward parts.
3:14 ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν我成了我眾民的笑柄,終日作他們的歌。I became a laughingstock to all my people, their song all the day long.
3:15 ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆς他使我飽嘗苦楚,使我喝苦膽而醉。He filled me with bitterness; he made me drunk with gall.
3:16 καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν他用石子打掉我的牙齒,拿灰餵我。He knocked out my teeth with a pebble; he fed me ashes.
3:17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ他使我的心遠離平安,我忘記了福樂。He thrust my soul away from peace; I forgot what is good.
3:18 καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου我就說:我的力量和我從主而來的指望都滅沒了。And I said, 'My endurance has perished, and my hope that came from the Lord.'
3:19 ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου我記起我的窮乏、我所受的逼迫、我的苦楚和我的苦膽。I remembered, out of my poverty and my persecution, my bitterness and my gall.
3:20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μου我的心必記起這些,在我裡面反覆思想。My soul will remember and will brood over me.
3:21 ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ我要把這放在心上,因此我就忍耐等候。This I will set upon my heart; therefore I will wait.
3:25 ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν主對等候他的人是良善的,對尋求他的心也是美好的。The Lord is good to those who wait for him, good to the soul that seeks him.
3:26 καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου人當等候,靜默安息,直到主的拯救。He will wait and be still for the salvation of the Lord.
3:27 ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ人在幼年負軛,原是好的。It is good for a man to bear a yoke in his youth.
3:28 καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ’ ἑαυτῷ他要獨自靜坐無言,因為這是他自己所負的。He will sit alone and keep silent, because he has taken it upon himself.
3:30 δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν他要把臉頰轉向打他的人,飽受辱罵。He will give his cheek to the one who strikes him; he will be filled with reproaches.
3:31 ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος因為主必不永遠丟棄人。For the Lord will not cast off forever.
3:32 ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ那使人卑微的,必照他豐盛的憐憫施憐恤。For the one who has humbled will show compassion according to the abundance of his mercy.
3:33 ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός因為他使世人卑微,並不是出於自己的心回答的。For he did not answer out of his own heart when he humbled the sons of men.
3:34 τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς把地上一切被囚的人踐踏在腳下,To crush under his feet all the prisoners of the earth,
3:35 τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου在至高者面前屈枉人的案件,to turn aside a man's justice before the face of the Most High,
3:36 καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν在人受審時定他的罪——這些事主都沒有說過。to condemn a person in his lawsuit — of these the Lord did not speak.
3:37 τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο誰這樣說了,事就成了呢?主並沒有吩咐。Who has spoken thus, and it came to pass? The Lord did not command it.
3:38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν災禍與福樂,都不從至高者的口中出來。Out of the mouth of the Most High the evils and the good will not come forth.
3:39 τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ活著的人,為自己的罪,何必發怨言呢?Why should a living person grumble — a man, about his own sin?
3:40 ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου我們的道路已被查究省察;讓我們歸向主。Our way has been searched out and examined; let us return to the Lord.
3:41 ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ讓我們把心與手一同舉向天上的至高者。Let us lift up our hearts along with our hands to the Most High in heaven.
3:42 ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης我們犯罪悖逆,你並未施憐憫。We have sinned, we have acted impiously, and you have not been merciful.
3:43 ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω你在烈怒中遮蔽自己,追趕我們;你殺戮,並不顧惜。You covered yourself in wrath and drove us away; you killed and did not spare.
3:44 ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς你用雲彩遮蔽自己,隔開了禱告。You covered yourself with a cloud, shutting out prayer.
3:45 καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν你使我閉目、被丟棄,把我們置於萬民中間。You made me close my eyes and be cast away; you set us in the midst of the peoples.
3:46 διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν我們一切的仇敵都向我們大張其口。All our enemies have opened their mouths wide against us.
3:47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή恐懼和忿怒臨到我們,高舉與毀壞也臨到我們。Fear and fury have come upon us, upheaval and ruin.
3:48 ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου我的眼必流下淚水如同江河,因我百姓的女子遭了毀壞。My eye will pour down streams of water over the ruin of the daughter of my people.
3:49 ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν我的眼睛已被吞沒,我必不止息,也得不著歇緩,My eye is consumed, and I will not be silent; there is no relief,
3:50 ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ直到主從天垂看察視。until the Lord looks down and sees from heaven.
3:51 ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως我的眼摘盡我的性命,過於城中一切的女子。My eye gleans away at my soul, more than at all the daughters of the city.
3:52 θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν我的仇敵無故追捕我,如同追捕雀鳥。My enemies hunted me down like a sparrow, without cause.
3:53 ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμοί他們在坑中斷絕我的性命,又把石頭壓在我身上。They put my life to death in a pit and laid a stone on me.
3:54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι眾水漫過我的頭,我說:我被丟棄了。Water flowed over my head; I said, 'I am cast away.'
3:55 ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου主啊,我從極深的坑中呼求你的名。I called on your name, O Lord, from the lowest pit.
3:56 φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου你聽見了我的聲音;求你不要掩耳不聽我的懇求。You heard my voice; do not hide your ears from my plea.
3:57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ我呼求你的日子,你就臨近幫助我,對我說:不要懼怕。You drew near to help me on the day I called on you; you said to me, 'Do not be afraid.'
3:58 ἐδίκασας κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μου主啊,你為我的性命辨屈,救贖了我的生命。You pleaded the causes of my soul, O Lord; you redeemed my life.
3:59 εἶδες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου主啊,你看見了我所受的擾亂,你審斷了我的案件。You saw my troubles, O Lord; you judged my case.
3:60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί你看見了他們一切的報復,和他們向我所設的一切計謀。You saw all their vengeance, and all their schemes against me.
3:61 ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ’ ἐμοῦ你聽見了他們的辱罵,和他們攻擊我的一切計謀,You heard their reproach, all their schemes against me,
3:62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ’ ἐμοῦ ὅλην τὴν ἡμέραν就是那些起來攻擊我之人的嘴唇,並他們終日針對我的思念。the lips of those who rise against me, and their mutterings against me all day long.
3:63 καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν他們坐下、起來,求你留意看他們的眼目。Their sitting down and their rising up — look upon their eyes.
3:64 ἀποδώσεις αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν主啊,你必按他們手所作的報應他們。You will repay them, O Lord, according to the works of their hands.