約伯記 第 19 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。約伯回答說:
19:1 ὑπολαβὼν δὲ Ιωβ λέγει約伯回答說:Then Job answered and says:
19:2 ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις你們要使我的魂疲乏到幾時呢?還用言語拆毀我。How long will you weary my soul and tear me down with words?
19:3 γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι你們只要知道,是主這樣待我的。你們卻譭謗我,在我面前毫不羞愧,反倒逼壓我。Know only this, that the Lord has dealt with me so. You speak against me; without shame before me you press upon me.
19:4 ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥῆμα ὃ οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ是的,我實在走迷了;有錯謬與我同住,說出不當說的話;我的言語也偏差,並不合時。Yes indeed, in truth I have erred, and error lodges with me, to speak a word that ought not to be; and my words wander and are out of season.
19:5 ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει罷了!你們竟向我自誇,又拿羞辱撲向我。But enough — you magnify yourselves against me and leap upon me with reproach.
19:6 γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν所以你們要知道,是主擾亂了我,又把他的堡壘高築起來攻我。Know then that it is the Lord who has troubled me, and he has raised up his stronghold against me.
19:7 ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμοῦ κρίμα看哪,我因羞辱而發笑,卻不說話;我要呼喊,卻哪裡都沒有公斷。Behold, I laugh at reproach and will not speak; I will cry out, and nowhere is there judgment.
19:8 κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο我四圍被牆圍住,斷不能過去;他又把黑暗放在我的臉上。I am walled in round about and cannot pass through; he has set darkness upon my face.
19:9 τὴν δὲ δόξαν ἀπ’ ἐμοῦ ἐξέδυσεν ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου他剝去我身上的榮耀,又從我頭上奪去冠冕。He has stripped the glory from me and taken the crown from my head.
19:10 διέσπασέν με κύκλῳ καὶ ᾠχόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου他四面把我撕裂,我就去了;他砍下我的指望,如同砍樹。He has torn me apart on every side, and I am gone; he has cut down my hope like a tree.
19:11 δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν他向我大發烈怒,又把我當作仇敵。He has dealt with me terribly in anger and has counted me as an enemy.
19:12 ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ’ ἐμοὶ ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι他的匪隊一同臨到我身上;埋伏的人在我的路上圍住我。His marauding bands came upon me with one accord; ambushers encircled me on my ways.
19:13 ἀπ’ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν我的弟兄離我而去,他們認識外人過於認識我;我的朋友也變得毫無憐憫。My brothers have withdrawn from me; they know strangers rather than me, and my friends have become merciless.
19:14 οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου我至近的親屬不理我,認得我名字的人也把我忘了。My nearest kin have not acknowledged me, and those who knew my name have forgotten me.
19:15 γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν在家中的鄰舍和我的婢女看來,我成了外族人。To the neighbors of my house and to my maidservants I was a foreigner before them.
19:16 θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο我呼喚我的僕人,他卻不答應;我的口還得向他懇求。I called my servant, and he did not answer; my own mouth had to entreat him.
19:17 καὶ ἱκέτευον τὴν γυναῖκά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου我向我的妻子哀求,又用好話呼喚我妾的兒子。And I begged my wife, and with coaxing words I called to the sons of my concubines.
19:18 οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ὅταν ἀναστῶ κατ’ ἐμοῦ λαλοῦσιν他們卻永遠棄絕了我;我一起來,他們就說我的壞話。But they have renounced me forever; when I rise up, they speak against me.
19:19 ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι認識我的人都厭惡我;我所愛的人都起來攻擊我。Those who knew me abhorred me; the very ones I had loved have risen up against me.
19:20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται我的肉在皮內腐爛了,我的骨頭僅在牙齒之間存留。My flesh has rotted within my skin, and my bones are held between my teeth.
19:21 ἐλεήσατέ με ἐλεήσατέ με ὦ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν朋友啊,可憐我,可憐我!因為摸著我的是主的手。Have pity on me, have pity on me, O friends, for it is the hand of the Lord that has touched me.
19:22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε你們為甚麼像主一樣逼迫我?為甚麼吃我的肉還不飽足?Why do you pursue me as the Lord does, and are not satisfied with my flesh?
19:23 τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα惟願有人把我的話寫下,把它們永遠記在書上,Oh that my words might be written, and set down in a book forever,
19:24 ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι用鐵筆和鉛,或刻在磐石上!with an iron stylus and lead, or engraved on rocks!
19:25 οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς因為我知道,那將要在地上釋放我的是永存的;For I know that he who is to set me free upon the earth is everlasting;
19:26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη願他叫我這忍受了這些事的皮膚復起;因為這些事是從主那裡在我身上成就的。May he raise up my skin, which has endured these things; for from the Lord these things were brought to fulfillment for me.
19:27 ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ這些是我自己心裡知道的,是我的眼親見的,並非別人;這一切都在我懷中成就了。These things I know within myself, which my own eye has seen and not another's; and all has been accomplished for me in my bosom.
19:28 εἰ δὲ καὶ ἐρεῖτε τί ἐροῦμεν ἔναντι αὐτοῦ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ你們若說:我們在他面前要說甚麼呢?我們要在他身上找出話柄的根由;But if you say, 'What shall we say before him? and we shall find the root of the matter in him,'
19:29 εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη那麼你們自己也要謹防那遮蔽;因為忿怒必臨到不法之人,那時他們就知道自己的根柢在哪裡。then beware, you also, of a covering; for wrath will come upon the lawless, and then they will know where their substance is.