雅歌 第 7 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。回來,回來,書拉密女啊;回來,回來,使我們得以觀看你。你們要在書拉密女身上觀看什麼呢?她來如同營中的舞隊。
7:1 ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν回來,回來,書拉密女啊;回來,回來,使我們得以觀看你。你們要在書拉密女身上觀看什麼呢?她來如同營中的舞隊。Return, return, O Shulammite; return, return, that we may look upon you. What will you see in the Shulammite? She who comes like the dances of the camps.
7:2 τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου拿答的女兒啊,你穿著鞋的腳步何等秀美!你大腿的線條如同串珠,是巧匠手中的工作。How beautiful your steps in sandals, O daughter of Nadab! The curves of your thighs are like strings of beads, the work of a craftsman's hands.
7:3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις你的肚臍如同鏇成的圓杯,不缺調和的酒;你的腰如同一堆麥子,四圍有百合花圍護。Your navel is a turned bowl that lacks no mixed wine; your belly is a heap of wheat fenced about with lilies.
7:4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος你的兩乳好像一對小鹿,是羚羊的雙生子。Your two breasts are like two fawns, twins of a gazelle.
7:5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ你的頸項如同象牙的塔;你的眼睛如同希實本的水池,在多人之女的城門旁;你的鼻子如同利巴嫩的塔,朝著大馬士革的面瞭望。Your neck is like a tower of ivory; your eyes are like the pools in Heshbon, at the gates of the daughter of many; your nose is like the tower of Lebanon that looks toward the face of Damascus.
7:6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς你頭上的頭如同迦密山,你頭上的髮辮如同紫色的布;王被繫住在迴廊中。Your head upon you is like Carmel, and the braid of your head is like purple; a king is bound in the galleries.
7:7 τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου愛情啊,你何等秀美,何等甘甜,在你的歡愉中!How beautiful you have become, and how sweet, O love, in your delights!
7:8 τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν你這身量好像棕樹,你的兩乳如同纍纍的果串。This your stature is likened to the palm tree, and your breasts to the clusters.
7:9 εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα我說:我要上那棕樹,抓住它的高枝。願你的兩乳如同葡萄樹的果串,你鼻子的氣息如同蘋果。I said: I will go up into the palm tree, I will take hold of its heights. And may your breasts be like clusters of the vine, and the fragrance of your nose like apples.
7:10 καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν你的喉如同上好的酒,為我的良人順直地流下,使我的嘴唇和牙齒得著滿足。And your throat is like good wine, going down smoothly for my beloved, sufficing my lips and teeth.
7:11 ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ我屬我的良人,他的轉向是朝著我。I am my beloved's, and his turning is toward me.
7:12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις我的良人哪,來吧;我們出到田野去,在村莊裡住宿。Come, my beloved, let us go out into the field; let us lodge in the villages.
7:13 ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί我們要清早起來往葡萄園去,看葡萄樹發芽沒有。鳳仙花已經開了,石榴也開花了。我要在那裡將我的乳給你。Let us rise early to the vineyards; let us see whether the vine has budded. The henna blossom has opened, the pomegranates have blossomed. There I will give my breasts to you.
7:14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι風茄放出香氣,在我們的門口有各樣佳美的果子,新的舊的都有。我的良人哪,這些我都為你存留了。The mandrakes have given fragrance, and at our doors are all choice fruits, new as well as old. My beloved, I have kept them for you.