以西結書 第 6 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。耶和華的話臨到我,說:
6:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων耶和華的話臨到我,說:And the word of the Lord came to me, saying:
6:2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προφήτευσον ἐπ’ αὐτὰ「人子啊,你要面向以色列的眾山,向它們說預言,Son of man, set your face toward the mountains of Israel and prophesy against them,
6:3 καὶ ἐρεῖς τὰ ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ῥομφαίαν καὶ ἐξολεθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν說:『以色列的眾山哪,要聽耶和華的話。主耶和華對大山、小岡、溪谷、幽谷如此說:看哪,我必使刀劍臨到你們,也必滅絕你們的邱壇。and you shall say: Mountains of Israel, hear the word of the Lord. Thus says the Lord to the mountains and to the hills and to the ravines and to the glens: Behold, I am bringing a sword upon you, and your high places shall be utterly destroyed.
6:4 καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν你們的祭壇必被拆毀,你們的神龕也必如此;我要使你們被殺的人倒在你們的偶像面前。And your altars shall be broken, and your sacred precincts; and I will cast down your slain before your idols.
6:5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν我要把你們的骸骨拋散在你們祭壇的四圍。And I will scatter your bones round about your altars.
6:6 ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμῶν在你們一切居住之地,城邑必變為荒涼,邱壇必被除滅,使你們的祭壇被滅絕,你們的偶像被打碎,你們的神龕被除掉。In all your habitation the cities shall be laid waste and the high places shall be obliterated, so that your altars may be utterly destroyed and your idols broken and your sacred precincts taken away.
6:7 καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος被殺的人必倒在你們中間,你們就知道我是耶和華。And the slain shall fall in your midst, and you shall know that I am the Lord.
6:8 ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασῳζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις你們分散在列邦的時候,我要留下你們中間脫離刀劍的人,在列國之中,When there come to be among you some escaping the sword among the nations, and in your dispersion among the lands,
6:9 καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ’ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν那時你們中間脫險的人,必在被擄到的列國中記念我;因為我在那裡因他們淫亂離棄我的心、因他們隨從偶像行淫的眼目而起了誓;他們必因自己一切可憎之事捶打自己的臉。then those of you who escape shall remember me among the nations where they were taken captive; for there I have sworn against their heart that goes whoring away from me and against their eyes that go whoring after their practices; and they shall beat their faces because of all their abominations.
6:10 καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος λελάληκα他們必知道我耶和華說了這話。』」And they shall know that I the Lord have spoken.
6:11 τάδε λέγει κύριος κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδὶ καὶ εἰπόν εὖγε εὖγε ἐπὶ πᾶσιν τοῖς βδελύγμασιν οἴκου Ισραηλ ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται主耶和華如此說:「你要拍手頓足,說:『好啊,好啊!』這是因以色列家一切可憎的惡事;他們必倒在刀劍、瘟疫和饑荒之下。Thus says the Lord: Clap with your hand and stamp with your foot and say, Aha, aha! over all the abominations of the house of Israel; by sword and by death and by famine they shall fall.
6:12 ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται καὶ συντελέσω τὴν ὀργήν μου ἐπ’ αὐτούς在近處的必倒在刀下,在遠處的必死於瘟疫,被圍困的必因饑荒而滅盡;我要向他們發盡我的怒氣。He who is near shall fall by the sword, and he who is far off shall die by death, and he who is beset shall be finished off by famine; and I will complete my anger upon them.
6:13 καὶ γνώσεσθε διότι ἐγὼ κύριος ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν當你們被殺的人倒在你們的偶像中間、在你們祭壇的四圍、在各高岡上、在各茂密樹下,就是他們向一切偶像獻馨香之處,你們就知道我是耶和華。And you shall know that I am the Lord, when your slain are in the midst of your idols round about your altars, upon every high hill and under every shady tree, where they gave there a fragrance of sweet savour to all their idols.
6:14 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτοὺς καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθα ἐκ πάσης τῆς κατοικίας καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος我必向他們伸手,使這地從曠野直到第伯拉他、從他們一切居住之處都變為荒涼廢墟;他們就知道我是耶和華。」And I will stretch out my hand against them and will make the land a desolation and a ruin, from the wilderness of Deblatha, out of all their habitation; and you shall know that I am the Lord.