以賽亞書 第 35 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。乾渴的曠野啊,你要歡喜;願曠野歡騰,如百合花開放。
35:1 εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον乾渴的曠野啊,你要歡喜;願曠野歡騰,如百合花開放。Be glad, O thirsty desert; let the desert rejoice and blossom like a lily.
35:2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ約但河的荒地必開花歡騰;黎巴嫩的榮耀已賜給她,迦密的尊榮也是如此。我的百姓必看見主的榮耀和神的崇高。And the desert places of the Jordan shall blossom and exult; the glory of Lebanon was given to her, and the honour of Carmel. And my people shall see the glory of the Lord and the loftiness of God.
35:3 ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα發軟的手、癱軟的膝啊,你們要剛強。Be strong, you slackened hands and enfeebled knees.
35:4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς心思裡膽怯的人哪,你們要彼此安慰;要剛強,不要懼怕。看哪,我們的神施行報應的審判,並且必要報應;他自己要來拯救我們。Take comfort, you who are faint-hearted in mind; be strong, do not fear. Behold, our God renders judgement, and he will repay; he himself will come and save us.
35:5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται那時,瞎子的眼必睜開,聾子的耳必聽見。Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear.
35:6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ那時,瘸子必像鹿一樣跳躍,口吃之人的舌頭必說話清楚;因為有水在曠野中湧流而出,在乾渴之地有溪谷。Then the lame shall leap like a deer, and the tongue of stammerers shall be clear; for water has burst out in the desert, and a ravine in a thirsty land.
35:7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη無水之地必成為沼澤,乾渴之地必有水泉;在那裡必有飛鳥的歡樂,有蘆葦的居所和沼澤。And the waterless place shall become marshes, and in the thirsty land there shall be a spring of water; there shall be the joy of birds, a haunt of reeds and marshes.
35:8 ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν在那裡必有一條潔淨的道路,要稱為聖潔的道路;不潔淨的人必不從那裡經過,在那裡也沒有不潔淨的道路。但被分散的人必行在其上,不致迷失。There shall be a clean way there, and it shall be called a holy way; and no unclean person shall pass by there, nor shall there be there an unclean way. But the scattered shall walk upon it and shall not go astray.
35:9 καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι在那裡必沒有獅子,凶惡的野獸也必不上到其上,也不在那裡被發現;惟有蒙救贖的人必行在其中。And there shall be no lion there, nor shall any of the evil beasts come up upon it, nor be found there; but the redeemed shall walk in it.
35:10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ’ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός為主聚集的人必歸回,歡歡喜喜地來到錫安;永遠的喜樂必在他們頭上,因為在他們頭上有讚美和歡騰,喜樂必抓住他們;痛苦、憂愁和歎息都逃跑了。And those gathered because of the Lord shall return and come to Zion with gladness, and everlasting gladness shall be over their head; for upon their head is praise and exultation, and gladness shall seize them; pain and grief and groaning have fled away.