創世記 第 24 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。亞伯拉罕年紀老邁,日子已多;主在一切事上賜福給亞伯拉罕。
24:1 καὶ Αβρααμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα亞伯拉罕年紀老邁,日子已多;主在一切事上賜福給亞伯拉罕。And Abraham was old, advanced in days; and the Lord blessed Abraham in all things.
24:2 καὶ εἶπεν Αβρααμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου亞伯拉罕對他家中那年長的僕人,就是管理他一切所有的,說:請你把手放在我大腿底下,And Abraham said to his servant, the elder of his house, the ruler of all that was his, Put your hand under my thigh,
24:3 καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ισαακ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων μεθ’ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς我要叫你指著主天上的神和地上的神起誓,不可從迦南人的女子中為我兒子以撒娶妻,我正住在他們中間;and I will make you swear by the Lord, the God of heaven and the God of the earth, that you will not take a wife for my son Isaac from the daughters of the Chananites, among whom I dwell;
24:4 ἀλλὰ εἰς τὴν γῆν μου οὗ ἐγενόμην πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖθεν你倒要往我出生的本地去,到我本族那裡,從那裡為我兒子以撒娶妻。but you shall go to my land where I was born, and to my tribe, and you shall take a wife for my son Isaac from there.
24:5 εἶπεν δὲ πρὸς αὐτὸν ὁ παῖς μήποτε οὐ βούλεται ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν ὅθεν ἐξῆλθες ἐκεῖθεν僕人對他說:倘若那女子不肯隨我回到這地來,我要把你的兒子帶回你所出來的那地去嗎?And the servant said to him, Perhaps the woman will not be willing to come back with me to this land; shall I take your son back to the land from which you came out?
24:6 εἶπεν δὲ πρὸς αὐτὸν Αβρααμ πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ亞伯拉罕對他說:你要謹慎,不可把我的兒子帶回那裡去。And Abraham said to him, Take heed to yourself that you do not take my son back there.
24:7 κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς ἧς ἐγενήθην ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖθεν主天上的神和地上的神,就是領我離開我父家、離開我出生之地的,又對我說話、向我起誓說「我要把這地賜給你和你後裔」的,他必差遣他的使者在你前面,你就可以從那裡為我兒子以撒娶妻。The Lord, the God of heaven and the God of the earth, who took me from my father's house and from the land where I was born, who spoke to me and swore to me, saying, To you I will give this land and to your seed—he will send his angel before you, and you shall take a wife for my son Isaac from there.
24:8 ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ那女子若不肯隨你到這地來,你就免去我這誓言;只是不可把我的兒子帶回那裡去。But if the woman is not willing to come with you to this land, you shall be clear from this oath of mine; only do not take my son back there.
24:9 καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Αβρααμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου僕人就把手放在他主人亞伯拉罕的大腿底下,為這事向他起了誓。And the servant put his hand under the thigh of Abraham his master, and swore to him concerning this matter.
24:10 καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ’ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχωρ那僕人從他主人的駱駝中取了十匹駱駝,又帶著他主人各樣的美物,就起身往美索不達米亞去,到了拿鶴的城。And the servant took ten camels from the camels of his master, and of all the good things of his master with him, and rose up and went to Mesopotamia, to the city of Nachor.
24:11 καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι他叫駱駝臥在城外的水井旁,那時將近傍晚,正是打水的婦女們出來的時候。And he made the camels lie down outside the city by the well of water toward evening, at the time when the women who draw water come out.
24:12 καὶ εἶπεν κύριε ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Αβρααμ他說:主我主人亞伯拉罕的神啊,求你今日在我面前使事順利,向我主人亞伯拉罕施憐憫。And he said, O Lord, God of my master Abraham, grant me success before me today, and show mercy to my master Abraham.
24:13 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ看哪,我站在水泉旁邊,城內居民的女兒們正出來打水。Behold, I am standing at the spring of water, and the daughters of those who dwell in the city are coming out to draw water.
24:14 καὶ ἔσται ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω καὶ εἴπῃ μοι πίε καὶ τὰς καμήλους σου ποτιῶ ἕως ἂν παύσωνται πίνουσαι ταύτην ἡτοίμασας τῷ παιδί σου Ισαακ καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Αβρααμ我向哪一個童女說:請你放下你的水瓶,讓我喝;她若對我說:你喝吧,我也要給你的駱駝喝,直到牠們喝足了——願那女子就是你為你僕人以撒所預備的。藉此我就知道你向我主人亞伯拉罕施了憐憫。And let it be that the virgin to whom I say, Tip down your water jar that I may drink, and she says to me, Drink, and I will water your camels also until they have finished drinking—let her be the one you have prepared for your servant Isaac; and by this I shall know that you have shown mercy to my master Abraham.
24:15 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουηλ υἱῷ Μελχας τῆς γυναικὸς Ναχωρ ἀδελφοῦ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς他心裡的話還沒有說完,看哪,利百加就出來了;她是彼土利所生的,彼土利是拿鶴的妻子密迦的兒子,拿鶴是亞伯拉罕的兄弟;利百加肩頭上扛著水瓶。And it came to pass, before he had finished speaking in his mind, that behold, Rebekka came out, who was born to Bathouel, the son of Melcha the wife of Nachor, and Nachor was Abraham's brother; and she had her water jar upon her shoulders.
24:16 ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα παρθένος ἦν ἀνὴρ οὐκ ἔγνω αὐτήν καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη那童女容貌極其美麗,還是處女,沒有男人親近過她。她下到泉旁,把水瓶盛滿了,就上來。And the virgin was very beautiful in appearance; she was a virgin, no man had known her. And she went down to the spring, filled her water jar, and came up.
24:17 ἐπέδραμεν δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπεν πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου那僕人就跑上前去迎著她,說:請你從你的水瓶裡給我一點水喝。And the servant ran to meet her and said, Give me a little water to drink from your water jar.
24:18 ἡ δὲ εἶπεν πίε κύριε καὶ ἔσπευσεν καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν她說:我主,請喝。就急忙把水瓶拿下來,托在手臂上,給他喝。And she said, Drink, lord. And she hastened and let down the water jar upon her arm, and gave him drink.
24:19 ἕως ἐπαύσατο πίνων καὶ εἶπεν καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν πᾶσαι πίωσιν等他喝足了,她又說:我也要為你的駱駝打水,直到牠們都喝足。Until he had finished drinking. And she said, I will draw water for your camels also, until they all have drunk.
24:20 καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις她就急忙把瓶裡的水倒在飲槽裡,又跑到井旁去打水,就為所有的駱駝打了水。And she hastened and emptied the water jar into the watering trough, and ran again to the well to draw, and drew water for all the camels.
24:21 ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ那人定睛察看她,默不作聲,要知道主使他的道路通達了沒有。And the man was studying her closely and kept silent, to know whether the Lord had prospered his way or not.
24:22 ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς δέκα χρυσῶν ὁλκὴ αὐτῶν眾駱駝喝足了,那人就拿出金環,重一德拉克馬,又拿兩個金鐲,戴在她手上,重十個金幣。And it came to pass, when all the camels had finished drinking, that the man took gold earrings weighing a drachma each, and two bracelets for her hands, ten pieces of gold in weight.
24:23 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν θυγάτηρ τίνος εἶ ἀνάγγειλόν μοι εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι他問她說:你是誰的女兒?請告訴我,你父親家裡有我們住宿的地方沒有?And he asked her and said, Whose daughter are you? Tell me whether there is a place with your father for us to lodge.
24:24 καὶ εἶπεν αὐτῷ θυγάτηρ Βαθουηλ εἰμὶ ἐγὼ τοῦ Μελχας ὃν ἔτεκεν τῷ Ναχωρ她對他說:我是彼土利的女兒;彼土利是密迦給拿鶴所生的。And she said to him, I am the daughter of Bathouel, the son of Melcha, whom she bore to Nachor.
24:25 καὶ εἶπεν αὐτῷ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ’ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι她又對他說:我們家裡足有草料和飼料,也有住宿的地方。And she said to him, We have both straw and much fodder, and a place to lodge.
24:26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησεν κυρίῳ那人就歡喜,向主下拜,And the man was well pleased and bowed down to the Lord,
24:27 καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου說:主我主人亞伯拉罕的神是當受稱頌的,他沒有向我主人撇下他的公義和真實;至於我,主一路引導我到我主人兄弟的家。and said, Blessed be the Lord, the God of my master Abraham, who has not forsaken his righteousness and his truth toward my master; as for me, the Lord has prospered my way to the house of my master's brother.
24:28 καὶ δραμοῦσα ἡ παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα那少女就跑去,把這些話告訴她母親家裡的人。And the girl ran and reported these words to her mother's house.
24:29 τῇ δὲ Ρεβεκκα ἀδελφὸς ἦν ᾧ ὄνομα Λαβαν καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν利百加有一個哥哥,名叫拉班;拉班就跑出去,到泉旁那人那裡。Now Rebekka had a brother whose name was Laban, and Laban ran out to the man at the spring.
24:30 καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ρεβεκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης οὕτως λελάληκέν μοι ὁ ἄνθρωπος καὶ ἦλθεν πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς他看見金環和他妹子手上的金鐲,又聽見他妹子利百加的話,說:那人對我如此如此說;他就來到那人那裡,見他正站在泉旁的駱駝那裡。And it came to pass, when he saw the earrings and the bracelets on his sister's hands, and when he heard the words of Rebekka his sister, saying, Thus the man spoke to me, that he came to the man, who was standing by the camels at the spring.
24:31 καὶ εἶπεν αὐτῷ δεῦρο εἴσελθε εὐλογητὸς κύριος ἵνα τί ἕστηκας ἔξω ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις拉班對他說:請來進去吧,主是當受稱頌的;為甚麼站在外面呢?我已經收拾了房屋,也為駱駝預備了地方。And he said to him, Come, enter in; blessed is the Lord; why do you stand outside? I have prepared the house and a place for the camels.
24:32 εἰσῆλθεν δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶν τῶν ἀνδρῶν τῶν μετ’ αὐτοῦ那人就進了屋子,他卸了駱駝的鞍,拿草料和飼料餵駱駝,又拿水給那人和跟隨他的人洗腳。And the man entered into the house, and he unsaddled the camels, and gave straw and fodder to the camels, and water to wash his feet and the feet of the men who were with him.
24:33 καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν καὶ εἶπεν οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου καὶ εἶπαν λάλησον又把食物擺在他們面前請他們吃;那人卻說:我不吃,等我把我的話說完了。他們說:請說。And he set bread before them to eat; but he said, I will not eat until I have spoken my words. And they said, Speak.
24:34 καὶ εἶπεν παῖς Αβρααμ ἐγώ εἰμι他說:我是亞伯拉罕的僕人。And he said, I am Abraham's servant.