腓利門書·腓利門書 第 1 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。為基督耶穌被囚的保羅,同兄弟提摩太寫信給我們所親愛的同工腓利門,
1:1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν為基督耶穌被囚的保羅,同兄弟提摩太寫信給我們所親愛的同工腓利門,Paul, a prisoner of Christ Jesus, and Timothy our brother, to Philemon, our beloved fellow worker,
1:2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ和妹子亞腓亞並與我們同當兵的亞基布,以及在你家的教會。to the beloved Apphia, to Archippus our fellow soldier, and to the assembly in your house:
1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ願恩惠、平安從上帝我們的父和主耶穌基督歸與你們!Grace to you and peace from God our Father and the Lord Jesus Christ.
1:4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου我禱告的時候提到你,常為你感謝我的上帝;I thank my God always, making mention of you in my prayers,
1:5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους因聽說你的愛心並你向主耶穌和眾聖徒的信心 。hearing of your love and of the faith which you have toward the Lord Jesus and toward all the saints,
1:6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν願你與人所同有的信心顯出功效,使人知道你們各樣善事都是為基督做的。that the fellowship of your faith may become effective in the knowledge of every good thing which is in us in Christ Jesus.
1:7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ ἀδελφέ兄弟啊,我為你的愛心,大有快樂,大得安慰,因眾聖徒的心從你得了暢快。For we have much joy and comfort in your love, because the hearts of the saints have been refreshed through you, brother.
1:8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον我雖然靠着基督能放膽吩咐你合宜的事,Therefore though I have all boldness in Christ to command you that which is appropriate,
1:9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ然而像我這有年紀的保羅,現在又是為基督耶穌被囚的,寧可憑着愛心求你,yet for love’s sake I rather appeal to you, being such a one as Paul, the aged, but also a prisoner of Jesus Christ.
1:10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον就是為我在捆鎖中所生的兒子阿尼西謀 求你。I appeal to you for my child Onesimus, whom I have become the father of in my chains,
1:11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον他從前與你沒有益處,但如今與你我都有益處。who once was useless to you, but now is useful to you and to me.
1:12 ὃν ἀνέπεμψά σοι αὐτόν τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα我現在打發他親自回你那裏去;他是我心上的人。I am sending him back. Therefore receive him, that is, my own heart,
1:13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου我本來有意將他留下,在我為福音所受的捆鎖中替你伺候我。whom I desired to keep with me, that on your behalf he might serve me in my chains for the Good News.
1:14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιεῖν ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον但不知道你的意思,我就不願意這樣行,叫你的善行不是出於勉強,乃是出於甘心。But I was willing to do nothing without your consent, that your goodness would not be as of necessity, but of free will.
1:15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς他暫時離開你,或者是叫你永遠得着他,For perhaps he was therefore separated from you for a while that you would have him forever,
1:16 οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ不再是奴僕,乃是高過奴僕,是親愛的兄弟。在我實在是如此,何況在你呢!這也不拘是按肉體說,是按主說。no longer as a slave, but more than a slave, a beloved brother—especially to me, but how much rather to you, both in the flesh and in the Lord.
1:17 εἰ οὖν με ἔχεις κοινωνόν προσλαβοῦ αὐτὸν ὡς ἐμέ你若以我為同伴,就收納他,如同收納我一樣。If then you count me a partner, receive him as you would receive me.
1:18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγα他若虧負你,或欠你甚麼,都歸在我的帳上;But if he has wronged you at all or owes you anything, put that to my account.
1:19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις我必償還,這是我-保羅親筆寫的。我並不用對你說,連你自己也是虧欠於我。I, Paul, write this with my own hand: I will repay it (not to mention to you that you owe to me even your own self besides).
1:20 ναὶ ἀδελφέ ἐγώ σου ὀναίμην ἐν Κυρίῳ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ兄弟啊,望你使我在主裏因你得快樂 ,並望你使我的心在基督裏得暢快。Yes, brother, let me have joy from you in the Lord. Refresh my heart in the Lord.
1:21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις我寫信給你,深信你必順服,知道你所要行的必過於我所說的。Having confidence in your obedience, I write to you, knowing that you will do even beyond what I say.
1:22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν此外你還要給我預備住處;因為我盼望藉着你們的禱告,必蒙恩到你們那裏去。Also, prepare a guest room for me, for I hope that through your prayers I will be restored to you.
1:23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ為基督耶穌與我同坐監的以巴弗問你安。Epaphras, my fellow prisoner in Christ Jesus, greets you,
1:24 Μᾶρκος Ἀρίσταρχος Δημᾶς Λουκᾶς οἱ συνεργοί μου與我同工的馬可、亞里達古、底馬、路加也都問你安。as do Mark, Aristarchus, Demas, and Luke, my fellow workers.
1:25 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν願我們主耶穌基督的恩常在你的心裏。阿們!The grace of our Lord Jesus Christ be with your spirit. Amen.