馬加比一書 第 1 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。事情發生在馬其頓人腓力之子亞歷山大擊敗大流士之後。他從基提地出來,擊敗了波斯和瑪代的王大流士,並取代他作王,最初統治希臘。
1:1 καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνα ὃς ἐξῆλθεν ἐκ γῆς Χεττιιμ καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ πρότερον ἐπὶ τὴν Ἑλλάδα事情發生在馬其頓人腓力之子亞歷山大擊敗大流士之後。他從基提地出來,擊敗了波斯和瑪代的王大流士,並取代他作王,最初統治希臘。It came to pass, after that Alexander the Macedonian, the son of Philip, who came out of the land of Chittim, and struck Darius king of the Persians and Medes, it came to pass, after he had struck him, that he reigned in his stead, in former time, over Greece.
1:2 καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλεῖς τῆς γῆς他發動了許多戰爭,攻取了堅固的營壘,殺戮了地上的列王,And he fought many battles, and won many strongholds, and killed the kings of the earth,
1:3 καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ ὑψώθη καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ他長驅直到地極,奪取了眾多邦國的擄物。全地在他面前靜默無聲,他的心因此高傲自大,狂妄自負。and went through to the ends of the earth, and took spoils of a multitude of nations. And the earth was quiet before him, and he was exalted, and his heart was lifted up,
1:4 καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξεν χωρῶν ἐθνῶν καὶ τυράννων καὶ ἐγένοντο αὐτῷ εἰς φόρον他聚集了極其強盛的軍隊,統治列國的疆土、邦族和君侯,他們都向他納貢。and he gathered together an exceeding strong army, and ruled over countries and nations and principalities, and they became tributary to him.
1:5 καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνῄσκει此後他病倒在牀,知道自己將要死去。And after these things he fell sick, and perceived that he should die.
1:6 καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶντος他召來自幼與他一同長大、尊貴的臣僕,趁自己還活著的時候,把國土分給了他們。And he called his servants, which were honorable, which had been brought up with him from his youth, and he divided to them his kingdom, while he was yet alive.
1:7 καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν亞歷山大作王十二年後就死了。And Alexander reigned twelve years, and he died.
1:8 καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ他的臣僕各自在自己所轄之地掌權。And his servants bare rule, each one in his place.
1:9 καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ他死後,他們眾人都自立為王,戴上冠冕;他們的兒子在他們之後接續多年,他們使地上的禍患增多。And they did all put diadems upon themselves after that he was dead, and so did their sons after them many years: and they multiplied evils in the earth.
1:10 καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανὴς υἱὸς Ἀντιόχου τοῦ βασιλέως ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων從他們當中出了一個罪惡的苗裔,就是安提阿古·伊比法尼,他是安提阿古王的兒子,曾在羅馬作過人質。他在希臘國一百三十七年登基作王。And there came forth out of them a sinful root, Antiochus Epiphanes, son of Antiochus the king, who had been a hostage at Rome, and he reigned in the hundred and thirty and seventh year of the kingdom of the Greeks.
1:11 ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ὅτι ἀφ’ ἧς ἐχωρίσθημεν ἀπ’ αὐτῶν εὗρεν ἡμᾶς κακὰ πολλά在那些日子,以色列中出了一些不法之徒,他們慫恿許多人,說:「我們去與四圍的外邦人立約吧,因為自從我們與他們分別以來,許多禍患就臨到我們身上。」In those days came there forth out of Israel transgressors of the law, and persuaded many, saying, let us go and make a covenant with the Gentiles that are round about us; for since we were parted from them many evils have befallen us.
1:12 καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν這話在他們眼中看為美好。And the saying was good in their eyes.
1:13 καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν民中有些人甘心情願去見王,王就準許他們照外邦人的規例行事。And certain of the people were forward herein and went to the king, and he gave them licence to do after the ordinances of the Gentiles.
1:14 καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν他們便在耶路撒冷照外邦人的習俗建造了體育場。And they built a place of exercise in Jerusalem according to the laws of the Gentiles;
1:15 καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν他們為自己造了包皮的偽飾,背棄了聖約,與外邦人結合,賣身去行惡事。and they made themselves uncircumcised, and forsook the holy covenant, and joined themselves to the Gentiles, and sold themselves to do evil.
1:16 καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας安提阿古的國勢既已穩固,他就想要兼併埃及地,好統治那兩個王國。And the kingdom was well ordered in the sight of Antiochus, and he thought to reign over Egypt, that he might reign over the two kingdoms.
1:17 καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ他率領大軍進入埃及,帶著戰車、戰象、騎兵和龐大的艦隊,And he entered into Egypt with a great multitude, with chariots, and with elephants, and with horsemen, and with a great navy;
1:18 καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν καὶ ἔπεσον τραυματίαι πολλοί他與埃及王托勒密交戰。托勒密在他面前敗退逃走,許多人被殺受傷而死。and he made war against Ptolemy king of Egypt; and Ptolemy was put to shame before him, and fled; and many fell wounded to death.
1:19 καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου他們攻取了埃及地的堅固城邑,他奪取了埃及地的擄物。And they got possession of the strong cities in the land of Egypt; and he took the spoils of Egypt.
1:20 καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ安提阿古擊敗埃及後,在一百四十三年回師,上來攻打以色列,率領大軍上到耶路撒冷。And Antiochus, after that he had struck Egypt, returned in the hundred and forty and third year, and went up against Israel and Jerusalem with a great multitude,
1:21 καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς他狂傲地進入聖所,奪走了金壇、燈臺和燈臺上的一切器具,and entered presumptuously into the sanctuary, and took the golden altar, and the candlestick of the light, and all that pertained thereto,
1:22 καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάντα又奪走陳設餅的桌子、奠酒的器皿、碗、金香爐、幔子、冠冕,以及殿前面用金子裝飾的飾物,把這一切都剝奪殆盡。and the table of the show bread, and the cups to pour withal, and the bowls, and the golden censers, and the veil, and the crowns, and the adorning of gold which was on the face of the temple, and he scaled it all off.
1:23 καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν他奪走了銀子、金子和珍貴的器皿,也取走了他所發現隱藏的寶藏。And he took the silver and the gold and the precious vessels; and he took the hidden treasures which he found.
1:24 καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ ἐποίησεν φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην他把這一切都奪走後,便回到自己的本地。他大行殺戮,並說了極其狂傲的話。And when he had taken all, he went away into his own land, and he made a great slaughter, and spoke very presumptuously.
1:25 καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπῳ αὐτῶν以色列在他們各地都陷入極大的哀慟,And there came great mourning upon Israel, in every place where they were;
1:26 καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι παρθένοι καὶ νεανίσκοι ἠσθένησαν καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη官長和長老都歎息,童女和少年人衰弱無力,婦女的美貌也都改變了。and the rulers and elders groaned, the virgins and young men were made feeble, and the beauty of the women was changed.
1:27 πᾶς νυμφίος ἀνέλαβεν θρῆνον καὶ καθημένη ἐν παστῷ ἐπένθει每個新郎都發出哀歌,坐在洞房中的新婦都滿心悲傷。Every bridegroom took up lamentation, she that sat in the marriage chamber was in heaviness.
1:28 καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν καὶ πᾶς ὁ οἶκος Ιακωβ ἐνεδύσατο αἰσχύνην那地為著居住其中的人而震動,雅各全家都披上羞辱。And the land was moved for the inhabitants thereof, and all the house of Jacob was clothed with shame.
1:29 μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ ἐν ὄχλῳ βαρεῖ過了兩年,王差派一個收稅的官長到猶大各城去。他率領大軍來到耶路撒冷,And after two full years the king sent a chief collector of tribute to the cities of Judah, and he came to Jerusalem with a great multitude.
1:30 καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ καὶ ἐνεπίστευσαν αὐτῷ καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ用詭詐向他們說和平的話,他們就信了他。他卻突然襲擊那城,重重地擊打它,從以色列中除滅了許多百姓。And he spoke words of peace to them in subtlety, and they gave him credence: and he fell upon the city suddenly, and struck it very sore, and destroyed much people out of Israel.
1:31 καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη κύκλῳ他奪取了城中的擄物,放火焚燒了那城,拆毀了城中的房屋和四圍的城牆。And he took the spoils of the city, and set it on fire, and pulled down the houses thereof and the walls thereof on every side.
1:32 καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ κτήνη ἐκληρονόμησαν他們擄掠了婦女和孩童,並且霸佔了牲畜。And they led captive the women and the children, and the cattle they took in possession.