雅歌 第 2 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。我是平原的花,是山谷的百合花。
2:1 ἐγὼ ἄνθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων我是平原的花,是山谷的百合花。I am a flower of the plain, a lily of the valleys.
2:2 ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων我的伴侶在眾女子中,好像百合花在荊棘中。As a lily among thorns, so is my companion among the daughters.
2:3 ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου我的良人在眾子中,好像蘋果樹在林間的樹木裡。在他的蔭下我渴慕,也坐了下來;他的果子在我口中是甘甜的。As an apple tree among the trees of the wood, so is my beloved among the sons. In his shadow I desired and sat down, and his fruit was sweet in my throat.
2:4 εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου τάξατε ἐπ’ ἐμὲ ἀγάπην你們領我進酒房,在我以上設立愛情。Bring me into the house of wine; set love in order over me.
2:5 στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ求你們用餅餌扶持我,用蘋果堆圍我,因我為愛而受傷。Strengthen me with cakes, heap me about with apples, for I am wounded with love.
2:6 εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με他的左手在我頭下,他的右手必環抱我。His left hand is under my head, and his right hand shall embrace me.
2:7 ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ耶路撒冷的眾女子啊,我指著田野的眾能力和眾力量囑咐你們:不要驚動、不要喚醒愛情,等它自己情願。I have adjured you, daughters of Jerusalem, by the powers and by the strengths of the field, that you not rouse nor awaken love until it pleases.
2:8 φωνὴ ἀδελφιδοῦ μου ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς這是我良人的聲音!看哪,他來了,在山嶺上跳躍,在岡陵上騰越。The voice of my beloved! Behold, he comes leaping upon the mountains, bounding over the hills.
2:9 ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων我的良人好像羚羊,或像鹿的小崽,在伯特利的山上。看哪,他站在我們的牆後,從窗戶探望,從窗櫺中窺視。My beloved is like a gazelle or a fawn of the deer upon the mountains of Bethel. Behold, he stands behind our wall, looking in through the windows, peering through the lattices.
2:10 ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου我的良人回答我說:我的伴侶,我的美人,我的鴿子啊,起來,來吧。My beloved answers and says to me: Arise, come, my companion, my beautiful one, my dove.
2:11 ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν ὁ ὑετὸς ἀπῆλθεν ἐπορεύθη ἑαυτῷ因為看哪,冬天已過,雨水已止,自己去了。For behold, the winter is past; the rain is gone, it has departed by itself.
2:12 τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ καιρὸς τῆς τομῆς ἔφθακεν φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν百花在地上出現,修剪的時候已經來到,斑鳩的聲音在我們的地上聽見了。The flowers have appeared on the earth; the time of pruning has arrived; the voice of the turtledove has been heard in our land.
2:13 ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου無花果樹結出它的青果,葡萄樹開花放香。我的伴侶,我的美人,我的鴿子啊,起來,來吧。The fig tree has put forth its early figs; the vines are in blossom, they have given fragrance. Arise, come, my companion, my beautiful one, my dove.
2:14 καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία我的鴿子啊,你來吧,你在磐石的隱密處,在靠近外牆的地方。求你讓我看見你的面貌,讓我聽見你的聲音;因為你的聲音甘美,你的面貌秀麗。And come, you, my dove, in the shelter of the rock, close by the outer wall; show me your face and let me hear your voice, for your voice is sweet and your face is comely.
2:15 πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν你們要為我們捉拿那毀壞葡萄園的小狐狸,因為我們的葡萄樹正在開花。Catch for us the little foxes that ruin the vineyards, for our vines are in blossom.
2:16 ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτῷ ὁ ποιμαίνων ἐν τοῖς κρίνοις我的良人屬我,我也屬他;他在百合花中牧放。My beloved is mine and I am his; he pastures among the lilies.
2:17 ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων我的良人哪,等到白日轉涼、影兒移動的時候,你要轉回,要像羚羊,或像鹿的小崽,在深谷的山上。Until the day breathes and the shadows move, turn back, my beloved; be like a gazelle or a fawn of the deer upon the mountains of the hollows.