詩篇 第 95 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。讚美之歌,大衛的。來吧,我們要向主歡騰,向拯救我們的神歡聲喊叫。
95:1 αἶνος ᾠδῆς τῷ Δαυιδ δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν讚美之歌,大衛的。來吧,我們要向主歡騰,向拯救我們的神歡聲喊叫。A song of praise, of David. Come, let us exult in the Lord; let us shout aloud to God our saviour.
95:2 προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ我們要以稱謝趕到他面前,用詩歌向他歡呼。Let us come before his face with thanksgiving, and let us shout aloud to him with psalms.
95:3 ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς因為主是大神,是超乎萬神之上的大君王。For the Lord is a great God, and a great king above all gods.
95:4 ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν因為地的極處都在他手中,山的高峰也都屬他。For in his hand are the ends of the earth, and the heights of the mountains are his.
95:5 ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν因為海屬他,是他造的;旱地也是他的手所塑成的。For the sea is his, and he made it, and his hands formed the dry land.
95:6 δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς來吧,我們要敬拜,要俯伏在他面前;在造我們的主面前,我們要哭泣。Come, let us worship and fall down before him, and let us weep before the Lord who made us.
95:7 ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε因為他是我們的神,我們是他草場的百姓,是他手下的羊。你們今日若聽見他的聲音,For he is our God, and we are the people of his pasture and the sheep of his hand. Today, if you hear his voice,
95:8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ就不可硬著你們的心,像在那激怒之時,像在曠野試探的日子,do not harden your hearts, as in the rebellion, in the day of the testing in the wilderness,
95:9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου在那裡你們的祖宗試探我,察驗我,並且看見了我的作為。where your fathers tested me; they tried me and saw my works.
95:10 τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπα ἀεὶ πλανῶνται τῇ καρδίᾳ καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου四十年之久,我厭煩那世代,就說:他們心裡總是迷失,並不曉得我的道路。Forty years I was vexed with that generation, and I said, They always go astray in heart, and they have not known my ways.
95:11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου所以我在怒中起誓:他們斷不可進入我的安息。So I swore in my wrath: They shall never enter into my rest.