路得記 第 1 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。當士師施行審判的日子,那地遭遇饑荒。有一個人帶著妻子和兩個兒子,從猶大的伯利恆前往摩押的田野寄居。
1:1 καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ當士師施行審判的日子,那地遭遇饑荒。有一個人帶著妻子和兩個兒子,從猶大的伯利恆前往摩押的田野寄居。In the days when the judges judged, there came a famine in the land. And a man went from Bethlehem of Judah to sojourn in the country of Moab, he and his wife and his sons.
1:2 καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ那人名叫亞比米勒,他妻子名叫挪俄米,兩個兒子名叫瑪倫和基連,是猶大伯利恆的以法他人。他們到了摩押的田野,就住在那裡。The man's name was Abimelech, his wife's name Noemin, and the names of his two sons Maalon and Chelaion; Ephrathites from Bethlehem of Judah. They came to the country of Moab and remained there.
1:3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς挪俄米的丈夫亞比米勒死了,剩下她和她的兩個兒子。And Abimelech, Noemin's husband, died; and she was left, and her two sons.
1:4 καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας ὄνομα τῇ μιᾷ Ορφα καὶ ὄνομα τῇ δευτέρᾳ Ρουθ καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη他們各自娶了摩押女子為妻:一個名叫俄珥巴,第二個名叫路得。他們在那裡住了約有十年。And they took for themselves Moabite wives: the name of the one was Orpha, and the name of the second Ruth. And they dwelt there about ten years.
1:5 καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλων καὶ Χελαιων καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς後來瑪倫和基連二人也死了,剩下那婦人,沒有了丈夫,也沒有了兩個兒子。And both Maalon and Chelaion also died; and the woman was left bereft of her husband and of her two sons.
1:6 καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους她和兩個兒婦就起身,要從摩押的田野回去,因為她們在摩押的田野聽說耶和華眷顧自己的百姓,賜糧食給他們。Then she arose with her two daughters-in-law and returned from the country of Moab, for they had heard in the country of Moab that the Lord had visited his people to give them bread.
1:7 καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ καὶ αἱ δύο νύμφαι αὐτῆς μετ’ αὐτῆς καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα於是她離開所住的地方,兩個兒婦也與她同行,她們走在回猶大地的路上。So she went out from the place where she was, and her two daughters-in-law with her; and they went on the way to return to the land of Judah.
1:8 καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ’ ἐμοῦ挪俄米對兩個兒婦說:「去吧,你們各自回母家去。願耶和華恩待你們,像你們恩待已死的人和我一樣。And Noemin said to her daughters-in-law, "Go now, return each of you to her mother's house. May the Lord deal mercifully with you, as you have dealt with the dead and with me.
1:9 δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς καὶ κατεφίλησεν αὐτάς καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν願耶和華使你們各自在丈夫家中得安息。」於是與她們親嘴,她們就放聲大哭,May the Lord grant that you find rest, each in the house of her husband." And she kissed them; and they lifted up their voice and wept.
1:10 καὶ εἶπαν αὐτῇ μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου對她說:「不然,我們必與你一同回你本國去。」And they said to her, "We will return with you to your people."
1:11 καὶ εἶπεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ’ ἐμοῦ μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας挪俄米說:「我的女兒們哪,回去吧!為甚麼要與我同去呢?我腹中還能有兒子作你們的丈夫嗎?But Noemin said, "Turn back, my daughters; why would you go with me? Have I yet sons in my womb, that they should become your husbands?
1:12 ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς我的女兒們哪,回去吧!我年紀老邁,不能再有丈夫了。就算我說我還有指望,能夠嫁人、而且能生兒子,Turn back, my daughters; for I am too old to have a husband. Even if I should say that I have hope, that I should have a husband and should bear sons—
1:13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου你們豈能等著他們長大呢?豈能為他們守身不嫁人呢?我的女兒們哪,不要這樣。我為你們的緣故甚是愁苦,因為耶和華的手臨到我身上了。」would you therefore wait until they were grown? Would you therefore refrain from having a husband? No, my daughters; for it is far more bitter for me than for you, because the hand of the Lord has gone out against me."
1:14 καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς Ρουθ δὲ ἠκολούθησεν αὐτῇ她們又放聲大哭。俄珥巴與婆婆親嘴而別,路得卻捨不得她。And they lifted up their voice and wept again. And Orpha kissed her mother-in-law and returned to her people; but Ruth followed her.
1:15 καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου挪俄米對路得說:「看哪,你嫂子已經回她本國和她的神那裡去了。你也跟著你嫂子回去吧。」And Noemin said to Ruth, "See, your sister-in-law has gone back to her people and to her gods; turn back, you also, after your sister-in-law."
1:16 εἶπεν δὲ Ρουθ μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι ὁ λαός σου λαός μου καὶ ὁ θεός σου θεός μου路得說:「不要催我離開你回去不跟隨你。你往哪裡去,我也往那裡去;你在哪裡住宿,我也在那裡住宿。你的百姓就是我的百姓,你的神就是我的神。But Ruth said, "Do not press me to leave you or to turn back from following you. For where you go, I will go; and where you lodge, I will lodge. Your people shall be my people, and your God my God.
1:17 καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ你在哪裡死,我也在那裡死,也葬在那裡。願耶和華重重地降罰與我;除非死能使你我相離。」Where you die, I will die, and there will I be buried. May the Lord do so to me, and more also, if anything but death parts you and me."
1:18 ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι挪俄米見她堅定必要跟隨自己去,就不再對她說甚麼了。And when Noemin saw that she was determined to go with her, she said no more to her.
1:19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐταῖς καὶ εἶπον αὕτη ἐστὶν Νωεμιν於是二人同行,來到伯利恆。她們到了伯利恆,合城的人都轟動了,說:「這是挪俄米嗎?」So the two of them went on until they came to Bethlehem. And when they came to Bethlehem, the whole city was stirred because of them, and they said, "Is this Noemin?"
1:20 καὶ εἶπεν πρὸς αὐτάς μὴ δὴ καλεῖτέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα挪俄米對她們說:「不要叫我挪俄米,要叫我『苦』,因為全足者使我受了大苦。And she said to them, "Do not call me Noemin; call me Bitter, for the Sufficient One has dealt very bitterly with me.
1:21 ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος καὶ ἵνα τί καλεῖτέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ὁ ἱκανὸς ἐκάκωσέν με我滿滿地出去,耶和華使我空空地回來。耶和華既降禍與我,全足者既使我受苦,你們為何還叫我挪俄米呢?」I went out full, and the Lord has brought me back empty. Why then call me Noemin, when the Lord has humbled me and the Sufficient One has afflicted me?"
1:22 καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν挪俄米和她兒婦摩押女子路得,從摩押的田野回來了。她們到伯利恆正是動手割大麥的時候。So Noemin returned, and Ruth the Moabitess her daughter-in-law with her, returning out of the country of Moab; and they came to Bethlehem at the beginning of the barley harvest.