詩篇 第 138 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的。主啊,我要一心稱謝你,因為你聽了我口中的言語;我要在天使面前歌頌你。
138:1 τῷ Δαυιδ ἐξομολογήσομαί σοι κύριε ἐν ὅλῃ καρδίᾳ μου ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι大衛的。主啊,我要一心稱謝你,因為你聽了我口中的言語;我要在天使面前歌頌你。Of David. I will give thanks to you, O Lord, with my whole heart, for you heard the words of my mouth; and before the angels I will sing praise to you.
138:2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου我要向你的聖殿下拜,為你的憐憫和你的真實稱謝你的名;因你使你的言語顯為大,超乎你一切的名。I will bow down toward your holy temple and give thanks to your name for your mercy and your truth, for you have magnified your oracle above every name.
138:3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει我呼求你的那日,求你快快應允我;你必以大能多多眷顧我的魂。On whatever day I call upon you, answer me quickly; you will greatly care for me in my soul with power.
138:4 ἐξομολογησάσθωσάν σοι κύριε πάντες οἱ βασιλεῖς τῆς γῆς ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου主啊,地上的君王都要稱謝你,因為他們聽見了你口中的一切言語。Let all the kings of the earth give thanks to you, O Lord, for they heard all the words of your mouth.
138:5 καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου ὅτι μεγάλη ἡ δόξα κυρίου願他們歌唱主的道路,因為主的榮耀甚大。And let them sing in the ways of the Lord, for great is the glory of the Lord.
138:6 ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει主雖至高,仍看顧卑微的;他從遠處就認出高傲的。For the Lord is high, yet he looks upon the lowly, and the lofty he knows from afar.
138:7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως ζήσεις με ἐπ’ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου καὶ ἔσωσέν με ἡ δεξιά σου我雖行在患難中,你必使我存活;你伸手抵擋我仇敵的怒氣,你的右手也救了我。Though I walk in the midst of affliction, you will give me life; against the wrath of my enemies you stretched out your hand, and your right hand saved me.
138:8 κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς主必為我施行報應。主啊,你的憐憫存到永遠;求你不要撇下你手所作的。The Lord will recompense on my behalf. O Lord, your mercy endures unto the age; do not forsake the works of your hands.