詩篇 第 32 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的詩;論悟性。不法之事得赦免、罪惡得遮蓋的人有福了。
32:1 τῷ Δαυιδ συνέσεως μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι大衛的詩;論悟性。不法之事得赦免、罪惡得遮蓋的人有福了。Of David. Of understanding. Blessed are those whose lawless deeds were forgiven and whose sins were covered over.
32:2 μακάριος ἀνήρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος主不算為有罪、口中也沒有詭詐的人有福了。Blessed is the man to whom the Lord will not reckon sin, and in whose mouth there is no deceit.
32:3 ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν我閉口不言的時候,我的骨頭因終日呼號而衰殘。Because I kept silent, my bones grew old through my crying all day long.
32:4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ’ ἐμὲ ἡ χείρ σου ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν διάψαλμα因為你的手晝夜重壓在我身上;當荊棘刺入的時候,我就轉為困苦。間奏。For day and night your hand was heavy upon me; I was turned to misery while a thorn was fixed in me. Interlude.
32:5 τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα εἶπα ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου διάψαλμα我承認了我的罪,不隱瞞我的不法。我說:我要向主承認我自己的不法;你就赦免了我罪中的不敬虔。間奏。I made my sin known and did not cover my lawlessness. I said, "I will confess my lawlessness against myself to the Lord," and you forgave the ungodliness of my sin. Interlude.
32:6 ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν為此,凡虔誠人都要在合宜的時候向你禱告;只是大水氾濫的時候,水必不能臨近他。For this let every devout one pray to you at a fitting time; only in a flood of many waters shall they not come near to him.
32:7 σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με διάψαλμα你是我的避難所,使我脫離環繞我的患難;你是我的歡騰。求你救贖我脫離那些圍困我的人。間奏。You are my refuge from the affliction that surrounds me; you are my exultation. Redeem me from those who have encircled me. Interlude.
32:8 συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου我要使你有悟性,在你所當行的這條路上教導你;我要定睛看顧你。I will give you understanding and instruct you in this way which you shall go; I will fix my eyes upon you.
32:9 μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστιν σύνεσις ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ你們不要像那沒有悟性的馬和騾;要用嚼環和籠頭勒住牠們的腮頰,就是那些不肯親近你的。Do not become like a horse and a mule, which have no understanding; with bit and bridle constrain their jaws — those who will not draw near to you.
32:10 πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει罪人必多受鞭打;惟有倚靠主的人,必有憐憫四面環繞他。Many are the scourges of the sinner; but as for the one who hopes in the Lord, mercy will surround him.
32:11 εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ義人哪,你們要因主歡喜快樂;凡心裡正直的人哪,你們都要誇耀。Be glad in the Lord and exult, you righteous; and boast, all you who are upright in heart.