以西結書 第 16 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。主的話臨到我,說:
16:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων主的話臨到我,說:And the word of the Lord came to me, saying:
16:2 υἱὲ ἀνθρώπου διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς人子啊,你要向耶路撒冷鄭重指證她的不法。Son of man, testify to Jerusalem of her lawless deeds.
16:3 καὶ ἐρεῖς τάδε λέγει κύριος τῇ Ιερουσαλημ ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανααν ὁ πατήρ σου Αμορραῖος καὶ ἡ μήτηρ σου Χετταία你要說,主對耶路撒冷這樣說:你的根源和你的出生是從迦南地來的;你的父親是亞摩利人,你的母親是赫人婦女。And you shall say: Thus says the Lord to Jerusalem: Your root and your birth are from the land of Chanaan; your father was an Amorrite and your mother a Chettite woman.
16:4 καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης至於你的出生,在你被生的那日,沒有人束你的胸,你沒有用水洗過,也沒有用鹽擦過,也沒有用布包裹過。And as for your birth: on the day you were born they did not bind your breasts, and you were not washed in water, nor were you rubbed with salt, and you were not wrapped in swaddling cloths.
16:5 οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης我的眼也沒有顧惜你,未曾為你行這一切中的一件,也未曾為你有甚麼感觸;你在被生的那日,就因你魂的乖僻被拋在平原的地面上。Nor did my eye spare you, to do for you one of all these things, to feel anything for you; and you were cast out upon the face of the plain in the crookedness of your soul, on the day you were born.
16:6 καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι ἐκ τοῦ αἵματός σου ζωή我從你那裡經過,見你在你的血中打滾,就對你說:從你的血中得生命罷。And I passed by you and saw you weltering in your blood, and I said to you, 'Out of your blood — life!'
16:7 πληθύνου καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ ἡ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα你要增多,像田間的萌芽一樣;我已使你如此。你就增多長大,進入了城中之城;你的胸脯挺立,你的毛髮長出;你卻是赤身露體、羞於見人。Increase! Like the sprouting of the field I have made you; and you increased and grew great and came into cities of cities; your breasts became firm and your hair grew, yet you were naked and shamed.
16:8 καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ λέγει κύριος καὶ ἐγένου μοι我從你那裡經過,看見你,看哪,你的時候到了,是住宿者的時候;我就向你展開我的翅膀,遮蓋你的赤露;我向你起誓,與你立約,主說,你就歸我了。And I passed by you and saw you, and behold, your time was the time of those who lodge; and I spread my wings over you and covered your shame; and I swore to you and entered into a covenant with you, says the Lord, and you became mine.
16:9 καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ我用水洗你,洗淨你身上的血,又用油膏你。And I washed you in water and washed your blood off you, and I anointed you with oil.
16:10 καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ我給你穿上彩繡的衣服,給你穿上紫藍色的鞋,用細麻布束你,又給你披上薄紗。And I clothed you with embroidered garments and shod you with blue leather and girded you with fine linen and wrapped you in a gauze of fine hair.
16:11 καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου我用妝飾打扮你,把鐲子戴在你手上,把項鍊戴在你頸上。And I adorned you with adornment and put bracelets on your hands and a necklace about your neck.
16:12 καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου我又把環子戴在你鼻上,把耳環戴在你耳上,把誇耀的冠冕戴在你頭上。And I put a ring on your nose and earrings on your ears and a crown of boasting on your head.
16:13 καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα你就以金銀為妝飾;你的衣袍是細麻、薄紗和彩繡的;你吃細麵、油和蜜,變得極其美麗。And you were adorned with gold and silver, and your garments were of fine linen and gauze and embroidery; you ate fine flour and oil and honey, and you became exceedingly beautiful.
16:14 καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ λέγει κύριος你的名聲因你的美麗傳到列國中,因為那美麗在華美上是完全的,就是我加在你身上的秀美,主說。And your name went out among the nations for your beauty, because it was perfect in comeliness, in the splendor which I set upon you, says the Lord.
16:15 καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται你卻倚仗自己的美麗,藉著自己的名聲行淫,向每一個過路的人傾倒你的淫亂——這是不該有的事。But you trusted in your beauty and played the harlot upon your name, and you poured out your harlotry upon every passerby — which ought not to be.
16:16 καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ’ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται你又取你的衣服,為自己做了縫綴的偶像,在其上行淫;你必不得進入,這事也必不再有。And you took from your garments and made for yourself sewn idols and played the harlot upon them; and you shall not enter in, nor shall it come to pass.
16:17 καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς你又拿你所誇耀的器物,就是我所賜給你、從我金子和我銀子而來的,為自己造了男性的像,與它們行淫。And you took the vessels of your boasting from my gold and from my silver which I gave you, and you made for yourself male images and played the harlot with them.
16:18 καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν你又拿你彩繡的衣裳給它們披上,並把我的油和我的香擺在它們面前。And you took your embroidered clothing and covered them, and you set my oil and my incense before them.
16:19 καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος我所賜給你的餅,就是我用來餵養你的細麵、油和蜜,你也擺在它們面前作馨香之氣;事情就這樣成了,主說。And my bread which I gave you — fine flour and oil and honey with which I fed you — you also set before them as a fragrant odor; and so it happened, says the Lord.
16:20 καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας你又把你所生的兒女帶來,獻給它們作燒滅的祭物——你行淫彷彿還是小事一般!And you took your sons and your daughters whom you bore and sacrificed them to these for consumption — as though your harlotry were a small thing!
16:21 καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς你竟宰殺了你的兒女,把他們獻上,藉著他們行禳災之禮。And you slaughtered your children and gave them over when you made expiation through them.
16:22 τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας這是在你一切淫亂之外的;你也不記念你幼年的日子,那時你赤身露體、羞於見人,在你的血中打滾而活著。This was beyond all your harlotry; and you did not remember the days of your infancy, when you were naked and shamed and weltering in your blood — and you lived.
16:23 καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος在你一切的惡事以後,事情就這樣成了,主說:And it happened after all your wickedness, says the Lord —
16:24 καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ你為自己建造了淫窩,在各廣場上為自己築了高臺。that you built yourself a brothel and made yourself a raised platform in every open square.
16:25 καὶ ἐπ’ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου你在各路口建造你的淫窩,敗壞了你的美麗,向每一個過路的人張開你的雙腿,增多你的淫亂。And at the head of every road you built your brothels and ruined your beauty and spread your legs to every passerby and multiplied your harlotry.
16:26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με你又與你的鄰邦埃及人,就是身體肥大的人,行淫,多方行淫惹我發怒。And you played the harlot with the sons of Egypt, your neighbors, men of great flesh, and you played the harlot in many ways to provoke me to anger.
16:27 ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας我若伸手攻擊你,就必除去你的定例,把你交在恨你之人的意願中,就是非利士人的女子,她們必使你偏離你所行不敬虔的道路。But if I stretch out my hand against you, I will take away your ordinances and hand you over to the desires of those who hate you, the daughters of the allophyles, who turn you aside from your way in which you acted impiously.
16:28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ’ οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω你又與亞述的女子行淫,就是這樣你仍不滿足;你行淫,卻總不得飽足。And you played the harlot with the daughters of Assour, and not even so were you satisfied; you played the harlot, and you were not being filled.
16:29 καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης你又增多你與迦勒底地所立的約,就是在這些事上你仍不滿足。And you multiplied your covenants with the land of the Chaldeans, and not even with these were you satisfied.
16:30 τί διαθῶ τὴν θυγατέρα σου λέγει κύριος ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσῶς我該怎樣與你的女兒立約呢?主說。你行了這一切的事,都是娼妓婦人的行為;你三倍地行淫。How shall I make a covenant for your daughter? says the Lord — seeing that you do all these things, the works of a harlot woman; and you played the harlot threefold.
16:31 ἐν ταῖς θυγατράσιν σου τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα你在你的女兒中建造你的淫窩,在各路口建造,在各廣場上築你的臺基;你就像收聚嫖資的妓女一樣。Among your daughters you built your brothel at the head of every road, and you made your platform in every open square, and you became like a harlot gathering hires.
16:32 ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα那行姦淫的婦人與你相似,她從自己丈夫那裡收取嫖資。The adulterous woman is like you, taking hires from her husband.