詩篇 第 12 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。歸於終結,為第八,大衛的詩。
12:0 εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ歸於終結,為第八,大衛的詩。To the end, concerning the eighth; a psalm to David.
12:1 σῶσόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων主啊,求你拯救我,因為虔誠人斷絕了;因為真實的事在世人中間稀少了。Save me, O Lord, for the devout has failed; for truths have grown few among the sons of men.
12:2 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν人人向鄰舍說虛妄的話;他們用詭詐的嘴唇,存著兩樣的心說話。Each one spoke vain things to his neighbour; with deceitful lips, with a heart and a heart they spoke.
12:3 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα願主剪除一切詭詐的嘴唇和誇大的舌頭,May the Lord utterly destroy all deceitful lips and the boastful tongue,
12:4 τοὺς εἰπόντας τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν就是那些說:我們要使我們的舌頭強大;我們的嘴唇是我們自己的;誰是我們的主呢?those who said: We will make our tongue great; our lips are our own; who is lord over us?
12:5 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρίᾳ παρρησιάσομαι ἐν αὐτῷ主說:因為窮人所受的苦難,因為困苦人的歎息,我現在要起來;我要把他安置在拯救中;我要在其中坦然無懼。Because of the misery of the poor and because of the groaning of the needy, now I will arise, says the Lord; I will set him in safety; I will speak openly in it.
12:6 τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως主的話語是純潔的話語,如同煉過的銀子,為地受試驗,煉淨七次。The sayings of the Lord are pure sayings, silver refined by fire, tested for the earth, purified sevenfold.
12:7 σύ κύριε φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα主啊,你必保守我們,從這世代起保全我們,直到永遠。You, O Lord, will guard us and will preserve us from this generation and forever.
12:8 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων不敬虔的人四圍遊行;照你的高舉,你大大看重了世人。The ungodly walk about on every side; according to your loftiness you greatly esteemed the sons of men.