創世記 第 41 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。過了兩年的日子,法老作了一個夢:他以為自己站在河邊,
41:1 ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν Φαραω εἶδεν ἐνύπνιον ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ過了兩年的日子,法老作了一個夢:他以為自己站在河邊,And it happened after two years of days that Pharao saw a dream: he thought he was standing by the river.
41:2 καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει看哪,彷彿有七隻母牛從河裡上來,形貌美好,肉體肥壯,在蘆草中吃草。And behold, as it were out of the river there came up seven cows, fair in appearance and choice in flesh, and they were feeding in the marsh-grass.
41:3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ隨後又有七隻母牛從河裡上來,形貌醜陋,肉體乾瘦,在河邊那些母牛旁邊吃草。And another seven cows came up after these out of the river, ugly in appearance and thin in flesh, and they were grazing beside the cows on the bank of the river.
41:4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς ἠγέρθη δὲ Φαραω這形貌醜陋、肉體乾瘦的七隻母牛,吃盡了那形貌美好又肥壯的七隻母牛。法老就醒了。And the seven cows that were ugly and thin in flesh devoured the seven cows that were fair in appearance and choice. And Pharao awoke.
41:5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί他第二次作夢,看哪,有七個穗子長在一根莖上,飽滿佳美;And he dreamed a second time, and behold, seven ears of grain were coming up on one stalk, choice and good.
41:6 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ’ αὐτούς隨後又長出七個穗子來,又細弱又被風吹焦。And another seven ears, thin and blasted by the wind, were sprouting up after them.
41:7 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις ἠγέρθη δὲ Φαραω καὶ ἦν ἐνύπνιον這細弱被風吹焦的七個穗子,吞了那飽滿豐盛的七個穗子。法老就醒了,原來是個夢。And the seven thin and wind-blasted ears swallowed up the seven choice and full ears. And Pharao awoke, and it was a dream.
41:8 ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς καὶ διηγήσατο αὐτοῖς Φαραω τὸ ἐνύπνιον καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραω到了早晨,他心裡不安,就差人去召了埃及所有的術士和一切有智慧的人來;法老把夢述說給他們聽,卻沒有人能給法老解說。And it became morning, and his soul was troubled; and he sent and called all the interpreters of Egypt and all her wise men, and Pharao recounted the dream to them, but there was no one to declare it to Pharao.
41:9 καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραω λέγων τὴν ἁμαρτίαν μου ἀναμιμνῄσκω σήμερον那時司酒長對法老說:我今日想起我的罪來。And the chief cupbearer spoke to Pharao, saying, I call to mind my sin today.
41:10 Φαραω ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν從前法老惱怒他的臣僕,把我和膳食長下在護衛長家裡的看守所中。Pharao was angry with his servants, and put us in custody in the house of the chief cook, both me and the chief baker.
41:11 καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ ἐγώ τε καὶ αὐτός ἕκαστος κατὰ τὸ αὑτοῦ ἐνύπνιον εἴδομεν我和他在同一夜各作了一個夢,各人照自己的夢而作。And we saw a dream in one night, both I and he; each according to his own dream we saw.
41:12 ἦν δὲ ἐκεῖ μεθ’ ἡμῶν νεανίσκος παῖς Εβραῖος τοῦ ἀρχιμαγείρου καὶ διηγησάμεθα αὐτῷ καὶ συνέκρινεν ἡμῖν在那裡與我們同在的,有一個希伯來的少年人,是護衛長的僕人;我們把夢述說給他,他就給我們解說。And there was there with us a young man, a Hebrew servant of the chief cook; and we recounted them to him, and he interpreted for us.
41:13 ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν οὕτως καὶ συνέβη ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου ἐκεῖνον δὲ κρεμασθῆναι後來正如他給我們所解的成就了:我官復原職,那人卻被掛了起來。And it came about just as he interpreted for us, so also it happened: I was restored to my office, but that man was hanged.
41:14 ἀποστείλας δὲ Φαραω ἐκάλεσεν τὸν Ιωσηφ καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ καὶ ἦλθεν πρὸς Φαραω法老就差人去召約瑟,他們便把他從堡壘裡提出來;他就剃頭,換了衣裳,來到法老面前。And Pharao sent and called Joseph, and they brought him out of the fortress, and shaved him and changed his robe, and he came to Pharao.
41:15 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ ἐνύπνιον ἑώρακα καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά法老對約瑟說:我作了一個夢,沒有人能解;我聽見人論到你說,你聽見夢就能解。And Pharao said to Joseph, I have seen a dream, and there is no one to interpret it; but I have heard people say of you that when you hear dreams you interpret them.
41:16 ἀποκριθεὶς δὲ Ιωσηφ τῷ Φαραω εἶπεν ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραω約瑟回答法老說:離了神,就無人能將平安的答覆給法老。And Joseph answered Pharao and said, Apart from God, no answer of well-being shall be given to Pharao.
41:17 ἐλάλησεν δὲ Φαραω τῷ Ιωσηφ λέγων ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ法老對約瑟說:我夢中以為自己站在河邊,And Pharao spoke to Joseph, saying, In my sleep I supposed I was standing by the bank of the river;
41:18 καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει彷彿有七隻母牛從河裡上來,形貌美好,肉體肥壯,在蘆草中吃草。and as it were out of the river there came up seven cows, fair in appearance and choice in flesh, and they were grazing in the marsh-grass.
41:19 καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτῳ αἰσχροτέρας看哪,隨後又有七隻母牛從河裡上來,又惡又醜,肉體乾瘦;我在埃及遍地從未見過這樣醜陋的。And behold, seven other cows came up after them out of the river, evil and ugly in appearance and thin in flesh; such uglier ones I never saw in all the land of Egypt.
41:20 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς這醜陋乾瘦的七隻母牛,吃盡了那先前美好肥壯的七隻母牛;And the seven ugly and thin cows devoured the seven first cows, the fair and choice ones;
41:21 καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν ἐξεγερθεὶς δὲ ἐκοιμήθην牠們進了肚腹,卻看不出牠們進了肚腹,牠們的模樣仍舊醜陋,和起初一樣。我醒了以後又睡著。and they went into their bellies, and it was not evident that they had gone into their bellies, and their appearances were ugly just as at the beginning. And having awoken, I slept again.
41:22 καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί我又在夢中觀看,彷彿有七個穗子長在一根莖上,豐滿佳美;And I saw again in my sleep, and as it were seven ears of grain were coming up on one stalk, full and good.
41:23 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν又有另外七個穗子,細瘦且被風吹壞,緊接著它們長了起來。And another seven ears, thin and blasted by the wind, were sprouting up close after them.
41:24 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις εἶπα οὖν τοῖς ἐξηγηταῖς καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι那七個細瘦又被風吹壞的穗子,吞下了那七個佳美豐滿的穗子。我就告訴了解夢的人,卻沒有一個能向我說明。And the seven thin and wind-blasted ears swallowed up the seven good and full ears. So I spoke to the interpreters, and there was no one to explain it to me.
41:25 καὶ εἶπεν Ιωσηφ τῷ Φαραω τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν ὅσα ὁ θεὸς ποιεῖ ἔδειξεν τῷ Φαραω約瑟對法老說:法老的夢乃是一個。神所要作的事,已經指示給法老了。And Joseph said to Pharaoh, Pharaoh's dream is one. Whatever God is doing, he has shown to Pharaoh.
41:26 αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν那七頭佳美的母牛是七年,那七個佳美的穗子也是七年;法老的夢乃是一個。The seven good cows are seven years, and the seven good ears are seven years; Pharaoh's dream is one.
41:27 καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ那隨後上來的七頭瘦弱的母牛是七年,那七個細瘦又被風吹壞的穗子將是七個饑荒之年。And the seven thin cows coming up after them are seven years, and the seven thin and wind-blasted ears will be seven years of famine.
41:28 τὸ δὲ ῥῆμα ὃ εἴρηκα Φαραω ὅσα ὁ θεὸς ποιεῖ ἔδειξεν τῷ Φαραω我對法老所說的這話就是:神所要作的事,已經指示給法老了。And the word which I have spoken to Pharaoh is this: whatever God is doing, he has shown to Pharaoh.
41:29 ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτῳ看哪,將有七年,埃及全地要大大豐足。Behold, seven years are coming: great plenty in all the land of Egypt.