馬加比二書 第 4 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。前面所提的西門——就是告發那銀錢、出賣祖國的人——卻誹謗阿尼亞,說是他唆使了希利奧多羅,又是這些禍患的主謀。
4:1 ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς前面所提的西門——就是告發那銀錢、出賣祖國的人——卻誹謗阿尼亞,說是他唆使了希利奧多羅,又是這些禍患的主謀。But the aforesaid Simon, he who had given information of the money, and had betrayed his country, slandered Onias, saying that it was he who had incited Heliodorus, and made himself the author of these evils.
4:2 καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν他竟敢稱那城邑的恩人、同胞的保護者、律法的熱心者為謀害國事的人。And him that was the benefactor of the city, and the guardian of his fellow countrymen, and a zealot for the laws, he dared to call a conspirator against the state.
4:3 τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι二人之間的仇恨日益加深,甚至西門手下一個親信還行了兇殺。But when the growing enmity between them waxed so great, that even murders were perpetrated through one of Simon’s trusted followers,
4:4 συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος阿尼亞見這爭鬥的危險,又見米尼斯丟之子、敘利亞和腓尼基的統帥阿波羅尼烏斯助長西門的惡行,Onias, seeing the danger of the contention, and that Apollonius the son of Menestheus, the governor of Coelesyria and Phoenicia, was increasing Simon’s malice,
4:5 πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος τὸ δὲ σύμφορον κοινῇ καὶ κατ’ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν便去見王,並非要控告自己的同胞,乃是顧念全體民眾公私兩面的好處。betook himself to the king, not to be an accuser of his fellow-citizens, but looking to the good of all the people, both public and private;
4:6 ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας因他看出,若無王的籌劃,國事就再不能得享太平,西門也決不會止息他的瘋狂。for he saw that without the king’s providence it was impossible for the state to obtain peace any more, and that Simon would not cease from his madness.
4:7 μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην塞琉古死後,那稱為以皮法尼的安提阿古接掌王位,阿尼亞的兄弟耶孫便以詭計奪取了大祭司之職,But when Seleucus was deceased, and Antiochus, who was called Epiphanes, succeeded to the kingdom, Jason the brother of Onias supplanted his brother in the high priesthood,
4:8 ἐπαγγειλάμενος τῷ βασιλεῖ δῑ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα他在覲見時向王應許銀子三百六十他連得,另從別項收入中再加八十他連得;having promised to the king at an audience three hundred and threescore talents of silver, and out of another fund eighty talents;
4:9 πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν ἐὰν ἐπιχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι除此之外,他還應許另撥一百五十他連得,只要準他憑王的權柄為自己設立希臘式的角力場和青年訓練所,並把耶路撒冷的居民登記為安提阿的公民。and beside this, he undertook to assign a hundred and fifty more, if it might be allowed him through the king’s authority to set him up a Greek place of exercise and form a body of youths to be trained therein, and to register the inhabitants of Jerusalem as citizens of Antioch.
4:10 ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε王應允了,他一掌握職權,便立即把自己的同胞引向希臘的風尚。And when the king had given assent, and he had gotten possession of the office, he forthwith brought over them of his own race to the Greek fashion.
4:11 καὶ τὰ κείμενα τοῖς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν他廢除了王從前藉約翰——就是那為締結友好同盟出使羅馬的猶波利末的父親——所賜給猶大人的特殊恩典,又破壞合法的制度,引進違法的習俗。And setting aside the royal ordinances of special favor to the Jews, granted by the means of John the father of Eupolemus, who went on the ambassage to the Romans for friendship and alliance, and seeking to overthrow the lawful modes of life, he brought in new customs forbidden by the law:
4:12 ἀσμένως γὰρ ὑπ’ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν他熱切地在衛城底下設立角力場,又使最優秀的青年戴上希臘式的帽子。for he eagerly established a Greek place of exercise under the citadel itself; and caused the noblest of the young men to wear the Greek cap.
4:13 ἦν δ’ οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν由於那不敬虔、不配作大祭司的耶孫,行了過度的褻瀆,希臘風尚因此盛極一時,異邦習俗也日益侵入。And thus there was an extreme of Greek fashions, and an advance of an alien religion, by reason of the exceeding profaneness of Jason, that ungodly man and no high priest;
4:14 ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς ἀλλὰ τοῦ μὲν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν以致祭司們不再熱心於祭壇的事奉,反倒輕看聖殿、忽略獻祭,一聽見擲鐵餅的召喚,就急忙去參與角力場中那違法的活動。so that the priests had no more any zeal for the services of the altar: but despising the sanctuary, and neglecting the sacrifices, they hastened to enjoy that which was unlawfully provided in the palaestra, after the summons of the discus;
4:15 καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι他們毫不看重祖先的尊榮,反以希臘人的虛榮為最美好的事。making of no account the honors of their fathers, and thinking the glories of the Greeks best of all.
4:16 ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ’ ἅπαν ἤθελον ἐξομοιοῦσθαι τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον正因如此,嚴重的災禍臨到他們身上;那些他們極力效法、凡事都想與之相似的人,竟成了他們的仇敵和刑罰者。By reason whereof sore calamity beset them; and the men whose ways of living they earnestly followed, and to whom they desired to be made like in all things, these they had to be their enemies and to punish them.
4:17 ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει因為違背神的律法行不敬虔的事絕非小事;這一點,隨後的時局必要顯明。For it is not a light thing to do impiously against the laws of God: but these things the time following shall declare.
4:18 ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος那時在推羅舉行每五年一度的競技賽會,王也親臨在場。Now when certain games that came every fifth year were kept at Tyre, and the king was present,
4:19 ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην那卑污的耶孫差派觀禮使者,這些人以耶路撒冷的安提阿公民身分,攜帶三百德拉克瑪銀子作獻給赫拉克勒斯的祭物;但連攜帶的人也認為不該用於獻祭,因為不合宜,倒該用於別的開支。the vile Jason sent sacred envoys, as being Antiochians of Jerusalem, bearing three hundred drachmas of silver to the sacrifice of Hercules, which even the bearers thereof thought not right to use for any sacrifice, because it was not fit, but to expend on another charge.
4:20 ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς如此,這筆款項,就差派者的本意而言原是獻給赫拉克勒斯的祭,但因攜帶者的緣故,卻用於建造戰船去了。And though in the purpose of the sender this money was for the sacrifice of Hercules, yet on account of present circumstances it went to the equipment of the galleys.
4:21 ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καθ’ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα米尼斯丟之子阿波羅尼烏斯被差往埃及,去參加托勒密·腓羅墨託爾王的登基大典。安提阿古得知托勒密對自己心懷不軌,便為自己國度的安全籌謀,於是經由約帕來到耶路撒冷。Now when Apollonius the son of Menestheus was sent into Egypt for the enthronement of Ptolemy Philometor as king, Antiochus, learning that Ptolemy had shewn himself ill affected toward the state, took thought for the security of his realm; wherefore, going by sea to Joppa, he travelled on to Jerusalem.
4:22 μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη εἶθ’ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν他蒙耶孫和全城隆重接待,在火炬與歡呼聲中被迎入城。此後他便率領軍隊下到腓尼基去。And being magnificently received by Jason and the city, he was brought in with torches and shoutings. This done, he afterward led his army down into Phoenicia.
4:23 μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα過了三年,耶孫差派米尼勞——就是前面所提西門的兄弟——把銀錢解送給王,並就一些要緊的事呈報。Now after a space of three years Jason sent Menelaus, the aforesaid Simon’s brother, to bear the money to the king, and to make reports concerning some necessary matters.
4:24 ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια米尼勞既得引見於王,又以權勢的氣派奉承他,便把大祭司之職奪歸自己,比耶孫多出三百他連得銀子。But he being commended to the king, and having glorified himself by the display of his authority, got the high priesthood for himself, outbidding Jason by three hundred talents of silver.
4:25 λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων他領了王的諭旨回來,毫無配得大祭司之職的德性,反倒滿懷殘暴暴君的怒氣和野獸般的兇性。And having received the royal mandates he came to Jerusalem, bringing nothing worthy the high priesthood, but having the passion of a cruel tyrant, and the rage of a savage beast.